1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

19

ταύτης, ὅ ἐστι τοῦ κόσμου. 349 {3Jο 10, 16}3∆είκνυσιν, ὅτι τῶν Φαρισαίων ἐκβαλλομένων αὐτὸς ἔμελλεν ὡς θεὸς ἄρξαι τῶν ἐθνῶν καὶ εἰς θεογνωσίαν πάντας ἀγαγεῖν, Ἰουδαίους τε καὶ Ἕλληνας, ὁ ὑπὸ Μωυσέως καὶ πολλῶν προφητῶν προανακηρυχθεὶς τοῦτο μέλλων ποιεῖν. 352 {3Jο 10, 17}3∆ιὰ τὴν ἐνάρετον πρᾶξιν ἀγαπᾶσθαι λέγει ἑαυτόν. ἐναργῶς δὲ ἀρετὴ τὸ ἀποθανεῖν ὑπὲρ ἀσεβείας. ταπεινῶς λαλεῖ διὰ τὴν ἐνανθρώπησιν· οὐ γὰρ νῦν ἤρξατο ἀγαπᾶσθαι παρὰ τοῦ πατρός. 353 {3Jο 10, 18}3Ἡ ἐντολὴ δηλοῖ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν πατέρα, εἰ καὶ ταπεινῶς λαλεῖ. ἡ δὲ ἐντολή ἐστιν ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου. 354 {3Jο 10, }3Ἐπειδὴ ὑπὲρ ἄνθρωπον ἦν τὰ λαλούμενα, ἐκάλουν αὐτὸν δαιμονῶντα. δι' ὧν δὲ ταῦτα ἀκούων ὁ κύριος ἐσίγα, ἐδίδαξεν ἡμᾶς πρᾴως φέρειν τὰς καθ' ἑαυτῶν ὕβρεις. 355 {3Jο 10, 25}3Εἰ καὶ μὴ εἶπεν ἑαυτὸν λευκῶς Χριστόν, ἀλλ' εἰπὼν ἑαυτὸν φῶς, ποιμένα, ὁδόν, ἐσήμανε τοῦτο· τούτοις γὰρ εἴωθεν ἡ γραφὴ τοῖς ὀνόμασι καλεῖν τὸνΧριστόν. 356 {3Jο 10, 27}3Ἐπειδὴ καὶ Ἰούδας εἷς ἦν τῶν δοθέντων τῷ υἱῷ καὶ μετέπεσεν εἰς κακίαν, δείκνυνται οἱ ἄνθρωποι οὐ φύσει καὶ κατ' οὐσίαν ὄντες κακοί, ἀλλ'

ἑκουσίως τρεπόμενοι. 357 {3Jο 10, 27-30}3Ἀπόδειξις τῶν τοῦ κυρίου προβάτων τὸ εὐήκοον, τῶν δὲ ἀλλοτρίων τὸ ἀπειθές· τὸ γὰρ ἀκούειν ὧδε τὸ πείθεσθαι τοῖς λεγομένοις δηλοῖ, τὴν δὲ ἀκολούθησίν φησι τὴν διὰ τῶν πράξεων μίμησιν. ζωὴν δὲ λέγει διδόναι, ἣν καὶ αἰώνιόν φησιν, τὸ ἐν εὐθυμίᾳ διάγειν καὶ μακαριότητι διηνεκεῖ. τὸ δὲ ἀπο λέσθαι εἰς τὸν αἰῶνα τοῦτό ἐστι δηλοῦν τὸ ὑποκείσεσθαι βασάνοις ἀπαύστοις. χεῖρα δὲ αὐτοῦ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν φησίν, ἧς οὐδεὶς δύναται τοὺς ἑπομένους αὐτῷ ὑφαρπάσαι. εἰ δὲ καὶ ὡς φύσει θεὸς δίδωσιν αὐτὸς ἀφ' ἑαυτοῦ, πλὴν καὶ ὡς ἄνθρωπος λέγεται λαμβάνειν. τοῦτο δέ φησιν, ὅτι διὰ τὴν δύναμιν τοῦ πατρὸς οὐδεὶς ἁρπάζει αὐτὰ ὡς αὐτοῦ μὴ ἱκανοῦ ὄντος πρὸς φυλακήν, ἀλλὰ τοῦτό φησιν, ἵνα μὴ ἀντίθεον αὐτὸν εἴπωσιν· προεῖπε γάρ, ὅτι οὐδεὶς ἁρπάζει αὐτὰ ἐκ τῆς χειρός μου καὶ δεικνὺς μίαν οὖσαν ταύτην τὴν χεῖρα, ποτὲ μὲν αὐτοῦ, ποτὲ δὲ τοῦ πατρὸς αὐτὴν εἶναί φησιν· αὐτὸς γάρ ἐστιν τοῦ πατρὸς δεξιά. εἶτα ἵνα μὴ διὰ τούτων τῶν ῥημάτων ἐλάττονα εἶναι νομίσῃ τις τοῦ πατρὸς τὸν υἱόν, ἐπήγαγεν ἑξῆς· ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, κατὰ τὴν δύναμιν δηλονότι, ἣν καὶ χεῖρα καλεῖ. 358 {3Jο 10, 30}3Σημαίνων, ὅτι οὐκ ἔστι καθ' ὑπόστασιν ἓν ὁ πατὴρ καὶ ὁ υἱός, εἶπεν τὸ ἐγὼ καὶ ὁ πατήρ· ἓν γάρ εἰσι τῇ οὐσίᾳ, τῇ δυνάμει, ἣν καὶ χεῖρα καλεῖ, ποτὲ μὲν ἑαυτοῦ, ποτὲ δὲ τοῦ πατρός. 359 {3Jο 10, 32}3Οὐκ ἐμοῦ μόνον εἰσὶ τὰ ἔργα, ἀλλὰ τῆς πάσης θεότητος· ὁ γὰρ πατὴρ δι' υἱοῦ ἐν πνεύματι ἁγίῳ πάντα ποιεῖ, διδάσκει δὲ ἡμᾶς μετριοφρονεῖν καὶ μὴ ἀλαζονεύεσθαι, ἐὰν λάβωμέν τι παρὰ θεοῦ. 360 {3Jο 10, 33}3Ἀγνοοῦντες, ὅτι οὐ γυμνῇ τῇ θεότητι ἔμελλεν ὁ υἱὸς ἐπιδημεῖν, ἀλλὰ σαρκούμενος «ἐκ σπέρματος ∆αβίδ», βλασφημίαν ἔλεγον τὴν ὀρθὴν ὁμολογίαν. 361 {3Jο 10, 34}3Εἰ οἱ Ἰσραηλῖται ἄνθρωποι ῥυπαροὶ χάριτι τοῦτο λαβόντες οὐκ ἐγκαλοῦνται, πῶς ὁ φύσει τοῦτο ἔχων ἐπιτιμᾶται; 362 {3Jο 10, 36}3Ἁγιασθεὶς λέγεται ὁ υἱός, ἐπειδὴ ἐπέμφθη σφαγῆναι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας· ἅγια γάρ ἐστι τὰ

ἀφοριζόμενα τῷ θεῷ εἰς θυσίαν. 363 {3Jο 10, 37-38}3 363Ἐπειδὴ τὴν οὐσίαν ἰδεῖν ἀμήχανον, ἀπὸ τῆς τῶν ἔργων ἰσότητος τὸ ἀπαρ άλλακτον τῆς δυνάμεως παρίστησι, δι' ὧν λέγει ἐξ ἑαυτοῦ γινώσκεσθαι τὸν πατέρα καὶ ἐκ τοῦ πατρὸς ἑαυτόν. 364 {3Jο 10, 38}3Ἐγὼ ἐν τῷ πατρί εἰμι καὶ ὁ πατὴρ ἐν ἐμοὶ θεωρεῖται κατὰ ταὐτὸν τῆς φύσεως καὶ τῆς οὐσίας· εἷς γὰρ ὁ τῆς φύσεως ὅρος, κἂν ἐν ἰδιαζούσαις ὑπάρξεσι νοοῦμεν τὴν ἁγίαν τριάδα· ὁ γὰρ πατὴρ οὐκ ἔστιν υἱὸς ἢ πνεῦμα οὐδὲ μὴν τὸ ἀνάπαλιν, εἰ καὶ οὐκ εἰσὶν ἐν διαστάσει διὰ τὴν πρὸς ἀλλήλους κοινωνίαν τε καὶ ἰσότητα· εἰ γὰρ καὶ ἐφ' ἡμῶν ἡ τοῦ τεκόντος οὐσία γιγνώσκεται καὶ ἐν τῷ τεχθέντι ὁ πατὴρ κατὰ τὸν τῆς οὐσίας λόγον, ἀλλὰ τῷ κεχωρίσθαι ἡμᾶς τοῖς σώμασιν, οὐκέτι «ἕν ἐσμεν» οἱ πολλοί.