1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

9

αὐτούς, οἵτινές εἰσιν ἀλλογενεῖς, καὶ οἱ συγγενεῖς αὐτοῦ τὸ κατὰ σάρκα Ἰουδαῖοι ἐδίωκον αὐτὸν ὅτι «ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ» 147 {3Jο 4, 42}3Τὸ οὗτός ἐστιν ὁ σωτὴρ ἀντὶ τοῦ ὁ Χριστὸς ὡς πᾶσαν μέλλων σώζειν τὴν οἰκουμένην διηνεκῶς εἶπεν τοῦτο. 148 {3Jο 4, 43}3Οὐχ ὡς τιμῆς ἀντιποιούμενος ἐξῆλθεν, ἀλλὰ τῶν πολιτῶν φειδόμενος· ὅτι γὰρ ἑώρων αὐτόν, ἐθυμοῦντο. ὃς ἐν τιμῇ ὢν τῇ θείᾳ ἐσαρκώθη καὶ τὸν ἀτιμότατον ὑπέστη θάνατον διὰ τὴν ἡμῶν σωτηρίαν. 149 {3Jο 4, 44}3Ὧδε ἑαυτὸν καλεῖ τὸν προφήτην τὸν ὑπὸ Μωυσέως προανακηρυχθέντα, ὃς καὶ προφήτης οἰκονομικῶς ἐκλήθη αὐτὸς ὢν ὁ τοῦ πνεύματος χορηγὸς ὡς θεός, δι' οὗ προφῆται ἐπροφήτευον. 150 {3Jο 4, 48}3Σημεῖον τέρατος διαφέρει· τέρας γάρ ἐστι τὸ παρὰ φύσιν γενόμενον, οἷον τὸ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν καὶ ἐγεῖραι νεκρούς, σημεῖον δὲ τὸ οὐκ ἔξω τῆς φύσεως ὂν οἷον τὸ ἰάσασθαι ἄρρωστον καὶ τὰ ὅμοια. 151 {3Jο 4, 50}3Πρὸ μιᾶς ἐπίστευσεν, ἐν δὲ τῇ ἑξῆς καὶ ἔργῳ ἤκουσεν, ὅτι γέγονεν ὃ ἐπίστευσεν ἔσεσθαι· πολλὰ γὰρ ἰσχύει πίστις συνεργὸν καὶ τελειωτὴν ἔχουσα τὸν θεόν. 152 {3Jο 5, 2}3Προβατικὴ ἐκαλεῖτο, ὅτι ἐκεῖ συνήγετο τὰ πρόβατα τὰ μέλλοντα σφά ζεσθαι εἰς τὴν ἑορτὴν καὶ τὰ ἔγκατα αὐτῶν ἐπλύνοντο ἐκεῖ. 154 {3Jο 5, 3}3Ὧδε προδιεγράφετο τὸ τοῦ βαπτίσματος μυστήριον, ἐν ᾧ πᾶν εἶδος ἁμαρ τημάτων ἐθεραπεύετο. 155 {3Jο 5, 4}3Ἄγγελος κατιὼν ἐν τῷ ὕδατι καὶ ταράσσων αὐτὸ ἰατικὴν ἐνετίθει αὐτοῖς δύναμιν. ἄδηλον δὲ ἐν ποίᾳ ἡμέρᾳ καὶ ὥρᾳ κατῄει ὁ ἄγγελος. φαμὲν ἐν τῇ πεντηκοστῇ. τύπος δ' ἦν τοῦτο τῆς νομικῆς λατρείας τῆς δι' ἀγγέλων ἑνὶ ἔθνει μόνῳ δοθείσης καὶ ἐν ἑνὶ μόνῳ καιρῷ, ἐν τῷ τέλει τῆς ἑορτῆς, ὅ ἐστιν ἐπ' ἐσχάτου καιρῶν προβαινούσης τῆς ἰάσεως καὶ οὐ χωρούσης εἰς τὸ ἑξῆς. 157 {3Jο 5, 6}3Οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ διανιστῶν αὐτὸν εἰς ἐπιθυμίαν τοῦ θερα πευθῆναι. 160 {3Jο 5, 17}3Ἐμοῦ μόνου, φησίν, πατήρ ἐστι καὶ οὐκ ἄλλου· δι' ὧν οὖν συγκρατεῖ τὴν κτίσιν, ἥλιον, οὐρανοὺς καὶ αὔξειν ποιεῖ τὰ σώματα, ἐργάζεται. 161 {3Jο 5, 18}3Ὁ ἴσος τῷ πατρὶ διὰ τοῦτο μάλιστα λέγεται υἱὸς ὡς ὁμοούσιος. διὸ καταγέλαστοι οἱ ἄνομοι Ἀρειανοὶ οἱ μὴ λέγοντες ἴσον τὸν υἱὸν τῷ πατρί. 163 {3Jο 5, 21}3Νεκροὶ οἵ ποτε ἄπιστοι καὶ διὰ τῆς εἰς Χριστὸν πίστεως καλούμενοι εἰς ζωήν. 164 {3Jο 5, 21}3Εἰ καὶ τὰ ἄλλα ζῷα τὰ λογικὰ ἔλαβον ζωήν, ἀλλ' οὐ δύνανται καὶ ζωοποιεῖν. 165 {3Jο 5, 24}3Οἱ οὖν εἰς κρίσιν μὴ ἐρχόμενοι ἢ εἰς τὸ πῦρ τῆς γεέννης πέμπονται ὡς ἄθεοι καὶ ἀσεβεῖς ἢ εἰς τὴν ἀπόλαυσιν τῶν ἀνεκφράστων ἀγαθῶν, ὅ ἐστιν ἡ ὄντως ζωή· τοῦτο γάρ ἐστι τὸ μεταβῆναι ἐκ τοῦ θανάτου πρὸς τὴν ζωὴν ἐλευθερωθέντες τῆς γεέννης καὶ τῆς ἀπολαύσεως τῶν θείων θείων ἀξιωθέντες τιμῶν· οἱ γὰρ μέσως ζήσαντες ἵστανται «ἐκ δεξιῶν» καὶ «ἐξ εὐωνύμων». 166 {3Jο 5, 24}3Πρὸ τοῦ πάθους καὶ τῆς ἀναστάσεως καὶ δίχα τοῦ βαπτισθῆναι ἐσώζοντο οἱ τοῦ Χριστοῦ τὸν λόγον δεχόμενοι καὶ πιστεύοντες, ὅτι υἱὸς ἦν τοῦ πατρός. 167 {3Jο 5, 27-28}3Οὕτως αὐτὸ στικτέον καὶ οὐχ ὥς τισι δοκεῖ, οἳ μετὰ τὸ ἐπαγαγεῖν τὸ καὶ ἐξουσίαν ἔδωκε καὶ κρίσιν ποιεῖν ἐπάγουσι τὸ ὅτι υἱὸς ἀνθρώπου ἐστίν. οὐ καλῶς· οὐ γὰρ διὰ τοῦτο κριτής ἐστιν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν, ἀλλ' ὅτι υἱὸς θεοῦ ἐστιν. διὰ τοῦτό ἐστι καὶ κριτής. τὸ δὲ μὴ θαυμάζετέ φησιν, ἐπειδὴ ἐδόκει τοῖς ὁρῶσιν ψιλὸν ἄνθρωπον αὐτὸν εἶναι, τὰ δὲ λεγόμενα μείζονα ἢ κατὰ ἄνθρωπον ἦν καὶ θεοῦ μόνου ταῦτα ποιεῖν. οὐκ εἶπεν δέ, ὅτι υἱὸς θεοῦ ἐστιν, ἀλλ' ὅτι υἱὸς ἀνθρώπου ἐστίν· τοῦτο γὰρ ἀνωτέρω εἴρηκεν, ἵνα καὶ ἄνθρωπον αὐτὸν νοήσωσι καὶ θεόν. ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν.οὐ γὰρ μόνον, ὅτι θεός ἐστιν, κρίνει, ἀλλὰ καὶ ὡς ἄνθρωπος γεγονὼς καὶ πειρασθεὶς πασῶν τῶν ἡμετέρων <νόσων>, χωρὶς ἁμαρτίας καὶ ὡς συμπαθὼν «ταῖς» ἡμετέραις «ἀσθενείαις» καὶ τὰ λοιπὰ συγγινώσκων. ἤτοι τοῦτό φησιν· ἐὰν ἀναστήσω τὸν Λάζαρον, μὴ ἀπὸ τούτου θαυμάσητέ μου τὴν δύναμιν· μέλλω γὰρ ἀνιστᾶν πάντας τοὺς νεκρούς· τὸ γὰρ πάντες οἱ ἐν τοῖς μνημείοις ἴσον σημαίνει τῷ πάντες οἱ τεθνηκότες. ἐπεὶ οὖν τὰ σώματα ὑπὸ θηρίων ἢ πυρὸς ἢ ἄλλως πως δεδαπάνηνται, οὐ τίθενται ἐν μνημείοις, ἀλλ' ἀνίστανται· ἐπειδὴ γὰρ πάντων ἀνθρώπων ἀνάστασις