1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

33

εὐαγγελιστής, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς ὁ διὰ τῶν γραφῶν προαναφωνηθείς· συνῳδὰ γὰρ τοῖς περὶ αὐτοῦ λεχθεῖσιν ἐξέβη τὰ πράγματα. ὀστοῦν νοεῖται τὸ εὔτονον καὶ ἄθραυστον τοῦ μυστικοῦ λόγου. ἐπειδὴ δὲ εἰκόνα ἔφερε τὸ πρόβατον τοῦ ἀμνοῦ τοῦ θεοῦ, τρέφεταί τις τὴν κεφαλὴν τοῦ Χριστοῦ τὰ περὶ τῆς θεολογίας αὐτοῦ ἐκλαμβάνων, τοὺς δὲ πόδας διδασκόμενος τὰ περὶ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας, τὰ δὲ ἐντόσθια τὰ ἀπόκρυφα δόγματα· ἕκαστον γὰρ τῶν περὶ Χριστοῦ δογμάτων ἀπόκρυφον ἔχει καὶ μυστικὸν λόγον. ἐπεὶ οὖν ὀστοῦν νοεῖται τὸ εὔτονον τοῦ μυστηρίου, οἱ ἁρμοδίως καὶ συμφώνως κατέχον τες τὸ περὶ τοῦ Χριστοῦ μυστήριον, ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ. ὅτε ἔρχεται κρῖναι, τότε ὄψονται αὐτὸν

καὶ θρηνήσουσιν. 605 {3Jο 19, 38-39}3Οἱ δεδιότες φανερῶς πλησιάσαι τῷ Ἰησοῦ νῦν ὁρώντων Ἰουδαίων αἰτοῦσι τὸ σῶμα. οὗτος οὐ τῶν ιβʹ ἦν, ἀλλὰ τῶν ἑβδομήκοντα καὶ ὡς σβεσθέντος τοῦ θυμοῦ τῶν Ἰουδαίων ἀδεῶς προσῄει. οὕτω δὲ ὠμοὶ ἦσαν οἱ Ἰουδαῖοι, ὅτι οὔτε θάψαι αὐτοῦ τὸ σῶμα ἠνέσχοντο οἱ ἐπιχώριοι, ἀλλ' ὁ ἀπὸ

Ἁριμαθαίας ξένος. 606 {3Jο 19, 41-42}3Εἰ δὲ ἦν μετὰ ἄλλων, ἤμελλον τῶν ἀπίστων τινὲς λέγειν, ὅτι οὐ τὸ τοῦ Ἰησοῦ ἀνέστη σῶμα, ἀλλὰ ἄλλου. εἰς καινὸν ἐτέθη μνημεῖον διὰ τὸ ξένον τῆς ἐκ θανάτου εἰς ζωὴν ἀναδρομῆς καὶ τὴν καινοτομίαν τὴν ἐπινοηθεῖσαν κατὰ τῆς φθορᾶς. ᾠκονομήθη ἐγγὺς εἶναι τὸν τόπον, ἵνα καὶ ψευδὴς δειχθῇ ὁ περὶ τῆς κλοπῆς λόγος. 607 {3Jο , 1}3Τοῦ Ματθαίου εἰπόντος ἑσπέρᾳ βαθείᾳ γεγονέναι τὴν ἀνάστασιν, τοῦ δὲ Ἰωάννου πρωῒ σκοτίας ἔτι οὔσης οὐ διαφωνοῦσι περὶ τὸν τῆς ἀναστάσεως καιρόν, ἀλλ' εἰς τὸν αὐτὸν τῶν ὡρῶν συνέδραμον καιρόν· ὁ μὲν γὰρ ἀπὸ τοῦ τέλους, ὁ δὲ ἀπὸ τῆς ἀρχῆς εἰς αὐτὸ τὸ μεσαίτατον τῆς νυκτὸς χωρεῖ. 608 {3Jο , 1}3Ὁ Χριστὸς τοῦ λίθου κειμένου καὶ τῶν σφραγίδων ἀνέστη. ἀνοίγεται δὲ τὸ μνημεῖον πρὸς πίστιν τῶν γεγονότων σημείων. ἄδηλος ὁ τῆς ἀναστάσεως καιρὸς ὡς καὶ ὁ τῆς δευτέρας παρουσίας. 609 {3Jο , 2}3Τί δὲ βούλονται οἱ πειρώμενοι διαφωνοῦντας αὐτοὺς δεικνύναι οὐχ εὑρίσκω· εἰ μὲν γὰρ περὶ τῆς ἀναστάσεως οὐ τὴν αὐτὴν ἐξήνεγκαν γνώμην ἢ τὴν ἡμέραν μὴ τὴν αὐτὴν ἔφασαν καθ' ἣν τὴν ἀνάστασιν γενέσθαι συνέβη ἢ τὰς γυναῖκας οὐχ ὁμοίως ἅπαντες πρώτας ἐπὶ τῇ τιμῇ τοῦ τελευτήσαντος ἐληλυθέναι ἀπήγγειλαν, ἦν τις αὐτοῖς συγγνώμη τῆς ἀτόπου καὶ μωρᾶς ταύτης ἐπιτιμήσεως· εἰ δὲ πολλὴν ἐν τοῖς προειρημένοις τὴν συμφωνίαν ἐπεδείξαντο ὁμοίως τὴν ἀνάστασιν καταγγείλαντες, τὴν ἡμέραν φήσαντες εἶναι τὴν αὐτήν, τὰς γυναῖκας ὁμοίως ἐληλυθέναι, τί ποτε αὐτοῖς ἡ περὶ τῶν ὡρῶν ἀκριβολογία βούλεται; ἐγὼ μὲν οὐ συνίημι, καίτοιγε μηδὲν ἕτερον πρὸς σύστασιν τῆς τῶν εἰρημένων ἀληθείας οὕτω συντείνειν νομίζω ὡς τὸ ἐν τοῖς καιριωτάτοις πολλὴν τὴν συμφωνίαν ἐπιδειξαμένους, ἐν βραχυτάτοις τισὶ καὶ ἐν οἷς εἰκὸς ἦν ἀνθρώπους ὄντας σφαλῆναι διαφωνοῦντας εὑρίσκεσθαι καὶ βραχέσιν ὥραις τὴν ἐναλλαγὴν τῶν ῥημάτων ἐνδεικνυμένους· εἰ μὲν γὰρ ψεύδεσθαι βουλόμενοι σύμφωνον εἵλαντο περὶ τούτου τὴν γνώμην, οὐδὲν ἂν ἐκώλυσεν. κατὰ τούτου γενομένους ἅπαξ ψεύδεσθαι ἑλομένους πολλὴν ἐν ἅπασι καὶ ἀκριβῆ φυλάξαντας τὴν συμφωνίαν <ψεύδεσθαι> προέκειτο καὶ καθ' ἑαυτὸν ἕκαστος τὸν οἰκεῖον ἐπλήρου σκοπόν. ἀνάγκη δήπουθεν ἦν βραχύ τι παραλλάττειν αὐτοὺς πολλῶν

ὄντων ἃ ταῦτα πάσχειν αὐτοὺς κατηνάγκαζεν. 610 {3Jο , 2-3}3Εἰ δὲ λέγει ὁ Λουκᾶς, ὅτι ἠπίστησαν οἱ μαθηταὶ ταῖς περὶ Ἰωάνναν, οὐδὲν ἐναντίον· οὐδὲ γὰρ ἦσαν οὔπω ἀπελθόντες εἰς τὸ μνημεῖον καὶ οὐκ ἐπίστευον ὡς ἔτυχεν ὡς μέλλοντες μαρτυρεῖν ὡς αὐτόπται τῇ ἀναστάσει. ἤτοι ταῖς περὶ Ἰωάνναν ἠπίστησαν ὡς ἀκουσάσαις παρὰ τῶν δύο ἀνδρῶν, τῇ δὲ Μαριὰμ ἐπείσθησαν εἰπούσῃ, ὅτι ἦραν τὸ σῶμα. 611 {3Jο ,