1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

13

Μάρκελλός φησιν λέγων ἑαυτὸν ἐξ οὐρανοῦ καταβεβηκέναι. διδάσκει, ὅτι θεὸς ἦν καὶ ἐν σαρκὶ ὡρᾶτο καὶ ὅτι ἡ σὰρξ αὐτοῦ ζωοποιός ἐστιν. 233 {3Jο 6, 63}3Ἀντὶ τοῦ πνευματικά ἐστιν. οὐκ ἔχουσιν ἀκολουθίαν φυσικήν, ἀλλ' ἔξω ἐστὶ τῆς τοιαύτης ἀνάγκης. πνεῦμα ὧδε καλεῖ τὴν σάρκα πεπληρωμένην τῆς ζωοποιοῦ τοῦ πνεύματος ἐνεργείας· μένει γὰρ ἡ σὰρξ σάρξ. 234 {3Jο 6, 64}3Εἰ καὶ ὡς θεὸς ᾔδει, ὅτι ἔμελλον ἀπιστεῖν, ἀλλ' ὅμως λέγει τὰ κοινωφελῆ. 235 {3Jο 6, 66}3Πολλοὶ τῶν μαθητῶν αὐτοῦ, οὐ τοὺς δώδεκα λέγει. 236 {3Jο 6, 70-71}3Εἰδὼς τὸ ἐσόμενον ὁ Ἰησοῦς ὡς θεὸς ποιεῖ τὸ ἀγαθὸν καὶ δωρεῖται τὰ ἀξιάγαστα, πλὴν οὐκ ἀνατρέπει ἡμῶν τὸ αὐτεξούσιον· αὐτὸς γὰρ τὸ ἑαυτοῦ ποιεῖ, ἐν ἡμῖν δέ ἐστιν τὸ φυλάξαι. ὅθεν οὐ τὸν θεὸν δεῖ αἰτιᾶσθαι ἐφ' οἷς εὐεργετεῖ, ἀλλὰ τοὺς ἑκοντὶ ἀπολέσαντας τὰ χαρίσματα, οἷος ἦν ὁ Ἀδάμ, ἡΕὔα, ὁ Ἰούδας καὶ ὅσοι τοιούτῳ τρόπῳ. εἰ καὶ ἐγὼ ὑμᾶς ἐξελεξάμην, ἀλλ' αὐθαίρετον ἐν ἀνθρώποις τὰ τῆς ἀρετῆς καὶ κακίας. διάβολον καλεῖ τὸν κολ λώμενον τῷ διαβόλῳ καὶ ἐξομοιούμενον αὐτῷ καὶ τὰ ἀρεστὰ αὐτῷ ποιοῦντα. 237 {3Jο 6, 71}3Ὡς ἀποθαυμάζων εἶπεν ὁ εὐαγγελιστὴς εἷς ἐκ τῶν δώδεκα, ὅτι το σοῦτον ὁ διάβολος πολεμεῖ ὡς δυνηθῆναι ἕνα τῶν δώδεκα ἀφαρπάσαι τῶν ἐγειράντων νεκροὺς καὶ δαίμονας διωξάντων καὶ τῆς ζωοποιοῦ καὶ πνευματικῆς τοῦ κυρίου διδασκαλίας ἀπολαυσάντων. 238 {3Jο 7, 1}3∆είκνυσι τὰ τῆς ἀνθρωπότητος φεύγων τοὺς Ἰουδαίους καὶ ἐλέγχωνΜαρκίωνα καὶ Παῦλον τοὺς εἰρηκότας, ὅτι οὐ

γέγονε τοῦ θεοῦ ὁ υἱὸς ἄνθρωπος κατὰ ἀλήθειαν. 239 {3Jο 7, 3-4}3Οἱ ἀδελφοὶ αὐτοῦ ἐδόκουν ψέγειν αὐτὸν ὡς δειλὸν καὶ ὡς κρυφῇ ποι οῦντα τὰ σημεῖα, θέλοντα δὲ ὡς φιλόδοξον ἐν παρρησίᾳ εἶναι. 240 col 1 {3Jο 7, 7}3Ἐνταῦθα κόσμον λέγει τοὺς φρονοῦντας ἀνθρώπους τὰ τοῦ κόσμου.Κόσμον λέγει τοὺς φρο νοῦντας τὰ ἐν κόσμῳ. 241 {3Jο 7, 8}3Ὑμεῖς ἀπερισκέπτως ποιεῖτε, ὃ βούλεσθε, ἐγὼ δὲ οὐ διὰ τὸ οἰκονομεῖν ἕκαστα πρὸς τὸ συμφέρον. μένω τὸ πάθος, ἵνα ἀναστὰς πᾶσι κατάδηλον

ποιήσω τὴν ἐμαυτοῦ δύναμιν. 242 {3Jο 7, 8-10}3Οὐκ ἦν ἴσον ἐν ἀρχῇ τῆς ἑορτῆς ἀναμεῖναι ζεόντων τῷ θυμῷ τῶν Ἰου δαίων· μετὰ ταῦτα οὖν μελλούσης τῆς ἑορτῆς λύεσθαι ἀναβαίνει οὐκ ἐναντία πεποιηκὼς ὧν εἶπεν· οὐ γὰρ ἀνέβη ἑορτάσων, ἀλλὰ συμβουλεύσων. διὸ καὶ λάθρᾳ ἀνέβη, οὐ μετὰ ἱλαρότητος ᾗ κέχρηνται οἱ πανηγυρίζοντες. καὶ ἐν τῇ παλαιᾷ δὲ εἰπὼν τῷ Μωυσῇ οὐ συναναβήσομαι ὑμῖν ὕστερον παρακαλοῦντιΜωυσῇ ὑπέσχετο συμπορεύεσθαι αὐτοῖς. 244 {3Jο 7, 15}3Ἐκ τῆς ἀπορίας ἔδει αὐτοὺς γνῶναι, ὅτι θεός ἐστιν. 245 {3Jο 7, 16}3∆ιὰ τὴν ἄκραν ἐξομοίωσιν τὴν ἑαυτοῦ διδαχὴν τοῦ πατρὸς λέγει ἢ ὅτι αὐτός ἐστιν ἡ τοῦ πατρὸς «σοφία», δι' ἧς πάντα λαλεῖ ὁ πατὴρ ἢ καὶ ὡς ἄν θρωπος οἰκονομικῶς ἀνατίθησι τῷ πατρὶ τὴν διδασκαλίαν διὰ τὸ ἄπιστον τῶν Ἰουδαίων. ἀπεστάλθαι δὲ αὐτὸν λέγει διὰ τὴν σάρκα ἢ ὡς λόγον ἐκ τοῦ νοῦ ἤγουν ἐκ τοῦ πατρὸς ἢ ὡς ἐξ ἡλίου «ἀπαύγασμα». 246 {3Jο 7, 18}3Ἀντὶ τοῦ ἰδιαζόντως καὶ ἀποκεκομμένως· οὐ γὰρ ἂν ἄλλως λαλῶ εἰ μὴ κατὰ θέλησιν τοῦ πατρός. 247 {3Jο 7, 18}3Τὸ καθ' ἑαυτὸν δι' οἰκονομίαν σιωπῶν διὰ τὸ εὐσκανδάλιστον τῶν Ἰου δαίων καὶ διὰ τὸ ἀνεπίληπτον τὴν τοῦ πατρὸς διαγγέλλει δόξαν. τοῦτον τὸν συλλογισμὸν πλέκει, ἵνα γνῶσιν, ὅτι οὐ δόξης ἐφίεται. 248 {3Jο 7, 19}3Κύριος ὢν Μωυσέως καὶ τοῦ νόμου διὰ τὸ ἀσθενὲς τῶν Ἰουδαίων οἱονεὶ ἀπαλλοτριοῖ ἑαυτὸν τοῦ νόμου Μωυσέως αὐτὸν καλῶν· οὐ γὰρ ἠδύναντο ἀκοῦσαι, ὅτι φύσει θεὸς ἦν οὔτε τὸ βαθὺ τῆς οἰκονομίας μυστήριον. 249 {3Jο 7, 23}3Τί ταράττεσθε; οὐ γὰρ τὸ ὑγιάσαι τὸν παράλυτον ἐποίει λύσιν τοῦ σαββά του, ἀλλὰ τὸ μὴ θεραπεῦσαι. ὅτε, φησίν, σημεῖον λαμβάνει ἄνθρωπος ὀδύνην ἐμποιοῦν οὐδεὶς ἀγανακτεῖ λυομένου τοῦ νόμου, ὧδε δὲ ὅλου ἀνθρώπου ὑγιασθέντος δυσχεραίνετε ὡς παρανομίας γενομένης. 252 {3Jο 7, 24}3Εἰ τοῖς ἐν σαββάτῳ περιτέμνουσιν ἢ θυσιάζουσιν ἢ πολεμοῦσιν οὐ μέμ φεσθε, μηδὲ ἐμοί· τοῦτο γὰρ