1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

12

ἐπιμελείας ἀπολαῦσαι παρασκευάσω πολλῆς. 7 {3Jο 6, 37}3Οὐκ ἔστιν, φησίν, τὸ τυχὸν ἡ εἰς ἐμὲ πίστις, ἀλλὰ τῆς ἄνωθεν δεῖται ῥοπῆς, ἵνα γνῷ τὰ ὑπὲρ νοῦν, εἰ καὶ ζητεῖται καὶ ἡ ἡμῶν σπουδή. ὥσπερ ἰατρῷ προσάγει ὁ πατὴρ τῷ Χριστῷ τοὺς ἀσθενεῖς ἀνθρώπους, οἰκονομικῶς δὲ ὡς ἄνθρωπος τῷ πατρὶ τὰ θεοπρεπῆ ἀνατίθησιν, ἐπεὶ ἰσχύει ὡς θεὸς ὁ Χριστὸς ἑαυτῷ προσαγαγεῖν. 8 {3Jο 6, 38}3Οὐκοῦν οὐ ψιλὸς ἄνθρωπος ὁ Ἰησοῦς, ἀλλὰ θεὸς σαρκωθείς, οὐ μετὰ τὴν ἀνάστασιν θεοποιηθείς· προλαμβάνει γὰρ ἡ κατάβασις τὴν ἄνοδον. 9 {3Jο 6, 38}3Οὐκ ἴδιον θέλημα ἔχων παρὰ τοῦ πατρὸς ἦλθον· πάντα γὰρ τὰ ἐμὰ τοῦ πατρός ἐστι καὶ τὰ τοῦ πατρὸς ἐμὰ καὶ οὐκ ἄλλο τι πράξων ἦλθον εἰ μὴ ὅπερ καὶ ὁ πατὴρ βούλεται. 210 {3Jο 6, 39}3Πάντες μὲν οἱ ἄνθρωποι ἀνίστανται, μόνοι δὲ οἱ πιστοὶ ἀξιοῦνται τῶν ἀγαθῶν. 211 {3Jο 6, 39}3Ζωοποιεῖ ὁ υἱὸς τοὺς πιστοὺς τοῖς φύσει φθαρτοῖς ἀνθρώποις τὴν ζωοποιὸν τοῦ πνεύματος ἐντιθεὶς δύναμιν καὶ ὅλους αὐτοὺς μεταπλάττων εἰς ἀθανασίαν. 212 {3Jο 6, 42}3∆ιὰ τὴν κατὰ σάρκα μητέρα αὐτοῦ ἀδύνατον ἐνόμιζον ἐξ οὐρανοῦ αὐτὸν καταβεβηκέναι ἢ εἰς τὸ φαινόμενον ὁρῶντες οὐ τὴν ἀόρατον αὐτοῦ φύσιν ἐννο οῦντες ἐσκανδαλίζοντο. 213 {3Jο 6, 44}3Εἰ ὁ πατὴρ ἄγει, ὁ δὲ θεὸς ἐγείρει, μέγα τὸ τῶν πιστῶν ἀξίωμα. τοῦτο ποιεῖ ὡς φύσει θεὸς ὤν. 214 {3Jο 6, 44}3Τοὺς κατὰ προαίρεσιν ἀγαθοὺς ἕλκει ὁ πατήρ, τοὺς δὲ μοχθηροὺς ἐᾷ. οὐ τὸ ἐφ' ἡμῖν αὐτεξούσιον ἀναιρεῖ ὁ λόγος, ἀλλὰ δείκνυσι βοηθείας δεομένους· ἕλκεται γὰρ οὐκ ἄκων, ἀλλὰ πολλῆς ἀπολαύων συμμαχίας. θεοδίδακτόν ἐστιν

ἀγαθὸν τὸ περὶ Χριστοῦ μυστήριον. 215 {3Jο 6, 44-45}3Εἰ καὶ διὰ τῆς τῶν προφητῶν διδασκαλίας εἷλκεν ὁ πατήρ, ἀλλὰ πολλὴ ἡ διαφορά· οἱ μὲν γὰρ πρῶτοι ἐδιδάσκοντο διὰ τῶν προφητῶν, οἱ δὲ πιστοὶ διὰ τοῦ υἱοῦ ἢ τοῦ ἁγίου πνεύματος. διδακτοὶ δὲ θεοῦ πάντες ἀντὶ τοῦ οἱ πλείονες ἤτοι πάντας τοὺς βουλομένους διδάσκει ὁ θεός. 216 {3Jο 6, 45}3Τὸ ἀκοῦσαι κοινόν, τὸ δὲ μαθεῖν μόνων τῶν ἐπιδιδόντων ἑαυτοὺς τῇ χάριτι. 217 {3Jο 6, 46}3Ὁ μόνος ἀόρατος μόνῳ τῷ ἀοράτῳ τὴν φύσιν φαίνεται. μόνος ὁρᾷ ὁ υἱὸς τὸν πατέρα ὡς ἔξω ὑπάρχων πάντων καὶ μόνος ὢν ἐκ τῆς οὐσίας τοῦ πατρός. 218 {3Jο 6, 50}3Ὡς ζωὴν αἰώνιον διδοὺς τοῖς πιστοῖς ἢ ὡς διακρατῶν ἡμῶν τὴν ζωὴν καὶ τὴν νῦν καὶ τὴν μέλλουσαν. 219 {3Jο 6, 50}3Κἂν γὰρ γεύσηταί τις θανάτου, οὐ μένει οὕτω διὰ τὴν ἐλπίδα τῆς ἀνα στάσεως. 2 {3Jο 6, 50}3Ἄρτον καλεῖ τὴν ἑαυτοῦ σάρκα διὰ τὸ ἐσθίεσθαι αὐτὴν ἐν τοῖς μυστικοῖς. 221 {3Jο 6, 52}3Ὡς παρὰ φύσιν ὄντος τοῦ πράγματος ἀπιστοῦσιν, ὡς ψυχικοὶ οὐ νοοῦσι τὸ πνευματικὸν τοῦ κυρίου σῶμα. 222 {3Jο 6, 52}3Οὐ σαρκοφαγεῖν λέγει, ἀλλὰ τὸ μετασχεῖν τῶν μυστικῶν. 223 {3Jο 6, 53}3Ἀμέτοχοι ἔσεσθε τῆς αἰωνίου ζωῆς οἱ μὴ διὰ τῆς μεταλήψεως τῶν μυστι κῶν παραδεξάμενοι τὸν Ἰησοῦν τὸν ὄντα ζωὴν κατὰ φύσιν. 224 {3Jο 6, 53}3Ταῦτα λέγει δεικνύς, ὅτι οὐκ ἦν ψιλοῦ ἀνθρώπου ἡ σάρξ, ἀλλὰ τοῦ υἱοῦ πεπληρωμένη πάσης τῆς θεότητος ὡς ἑνὸς τῆς τριάδος. 225 {3ςο 6, 56}3Ὥσπερ αἱ αἰσθηταὶ τροφαὶ ἡμῖν ἀνακιρνάμεναι συνιστῶσι τὸ σῶμα, οὕτω καὶ ἡ μυστικὴ μετάληψις ὥσπερ τινὰ φυσικὴν συνάφειαν ποιεῖ τὸν πιστὸν μετὰ τοῦ Χριστοῦ ἀνακιρνῶσα. 226 {3Jο 6, 57}3Φύσει ζωή ἐστιν ὁ υἱὸς οὐ παρ' ἑτέρου λαβὼν τὸ ζῆν· τοῦτο γὰρ ζῷον καλεῖται. οὔτε οὖν τὸ τοῦ ζῴου ὄνομα τάττεται ἐπὶ θεοῦ οὔτε τὸ τῆς ζωῆς ἐπὶ τῆς κτίσεως. 227 {3Jο 6, 58}3Ὁ πιστεύων, ὅτι ἐξ οὐρανοῦ δίδοται ὁ ἄρτος, πιστεύει, ὅτι καὶ ζωὴν αἰώνιον δίδωσιν. οὐκοῦν οἱ τὸ μάννα φαγόντες οὐκ ἔφαγον τὸν ἐξ οὐρανοῦ ἄρτον, ἐξ ὧν ἀπέθανον. 229 {3Jο 6, 59}3Τίνος ἕνεκεν ταῦτα εἶπεν ἐν συναγωγῇ; ἵνα διδάξῃ τὸν ὄχλον τὰ δόγματα καὶ ὅτι οὐκ ἦν ἀντίθεος. 230 {3Jο 6, 60}3Τὸ σκληρός ἐστιν ὁ λόγος εἶπεν ὁ εὐαγγελιστής, ἐπειδὴ ἀνθρωπινώ τερον ἤκουον τῶν τοῦ κυρίου ῥημάτων. 231 {3Jο 6, 60}3Μὴ νοοῦντες τὰ λεγόμενα οὐδὲ ἐρωτῆσαι καὶ μαθεῖν ἠνείχοντο. 232 {3Jο 6, 62}3Ὁ σαρκωθεὶς θεὸς αὐτός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου. οὐ μὴν αὐτὸ τὸ σῶμα καλεῖται υἱὸς ἀνθρώπου ὡς κακῶς δογματίζων