1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

78

Θεὸς ἔκτισεν εἰς μετάληψιν μετ' εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν· ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετ' εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως." Καὶ Κορινθίοις δὲ προσέταξε πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίειν, μηδὲν ἀνακρίνοντας διὰ τὴν συνείδησιν. Καὶ τὸν ὑπό τινος τῶν ἀπίστων καλούμενον εἰς ἑστίασιν τῶν παρατιθεμένων ἀδεῶς μεταλαμβάνειν ἐκέλευσεν, εἰ μή τις ἄρα μηνύσῃ εἰδωλόθυτα εἶναι τῶν ὄψων τινά. Τοσοῦτον ἀπέσχετο ὁ θεῖος ἐκεῖνος ἀνὴρ κωλύσαι τῶν κρεῶν τὴν μετάληψιν. Καὶ αὐτὸς δὲ ὁ Κύριος ἔφη περὶ ἑαυτοῦ· "Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος, καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν." Καὶ τὸ Πάσχα δὲ ἐπιτελέσας, τὸν ἀμνὸν ἔφαγε, δηλονότι μετὰ τῶν μαθητῶν· καὶ εἰς τὸν γάμον κληθεὶς, οὐ μόνον οὐκ ἀπηγόρευσε τὸ πίνειν, ἀλλὰ καὶ οἶνον τοῖς ἑστιωμένοις παραδόξως ἐδημιούργησε. Τοιγαροῦν καὶ τῶν Ἐγκρατιτῶν τὴν πλάνην τὰ θεῖα δόγματα λαμπρῶς ἀπελέγχουσιν· ἡ δὲ τοῦ Θεοῦ Ἐκκλησία τοῖς μὲν τῶν αἱρετικῶν ἀντιτάττεται μύθοις, τοῖς δὲ θείοις δόγμασιν ἐπακολουθεῖ. Παρακαλῶ τοίνυν τοὺς ἐντευξομένους τῇδε τῇ συγγραφῇ, ἑκάστῳ τῶν πονηρῶν ἐκείνων δογμάτων παραθεῖναι τὰ θεῖα, καὶ τῇ παρ 83.556 εξετάσει καταμαθεῖν, ὅσον τοῦ ψεύδους καὶ τῆς ἀληθείας τὸ μέσον. "Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαν;" Τῷ ὄντι γὰρ ἐκεῖνα μὲν τῆς διαβολικῆς κακοτεχνίας εὑρέματα· ταῦτα δὲ τοῦ θείου Πνεύματος δόγματα· οἷς ἕπεσθαι προσήκει διηνεκῶς, καὶ τὸν τούτων ἀκλινῆ φυλάττειν κανόνα, καὶ τούτῳ τὴν οἰκείαν διευθύνειν ψυχήν· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα πρέπει, τιμὴ, καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.