1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

23

Περὶ τῶν Τεσσαρεσκαιδεκατιτῶν. εʹ. Περὶ Ναυάτου. ςʹ. Περὶ Νέπωτος. ΠΡΟΛΟΓΟΣ. Ὅτι καὶ περὶ τῶν ἐσομένων αἱρέσεων προείρηκεν ὁ ∆εσπότης Χριστός. Ἐπειδὴ τὰς ἐναντίας ἀλλήλαις αἱρέσεις ἐν τοῖς προτέροις βιβλίοις πεποιήκαμεν δήλας, φέρε δὴ καὶ τὰς ἄλλας, αἳ μεταξὺ τούτων κἀκείνων ἐβλάστησαν, τοὺς ἀγνοοῦντας διδάξωμεν. Καθάπερ γὰρ οἱ ἀρουραῖοι μῦες ἔκ τινος δυσκρασίας ἀέρος καὶ σηπε δόνος δυσώδους ποιότητος ἐκ τῆς γῆς ἀναδίδονται, καὶ λυμαίνονται μὲν σπέρματα, λυμαίνονται δὲ φυτὰ, οἱ δὲ γηπόνοι τούτους θηρεύοντες διαφθείρουσιν· οὕτω ἐκ τῆς τοῦ διαβόλου κακοτεχνίας ἀνεφάνησαν αἱρέσεις, αἳ τῶν ἀνθρώπων τοὺς κουφοτέρους ἐσίνον το· ἀλλὰ ταύτας τῆς εὐσεβείας οἱ ἄριστοι γεωργοὶ τῶν θείων ληΐων ἐξήλασαν, καὶ φρούδους ἀπ έφηναν. Τὰς δὲ τούτων ἐπιβουλὰς, καὶ διὰ τῆς τῶν ζιζανίων παραβολῆς ὁ ∆εσπότης προείρηκε, καὶ διαῤῥήδην τοὺς ἀποστόλους ἐδίδαξε, ποτὲ μὲν εἰπὼν, πολλοὺς ψευδοχρίστους καὶ ψευδοπροφήτας καὶ ψευδ αποστόλους φανήσεσθαι· ποτὲ δὲ φυλάττεσθαι, τού τους παρεγγυήσας, καὶ ἐπαγαγών· "Πολλοὶ ἐλεύ σονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες." Εἶτα διδάσκει, πῶς διαγνῶναι προσήκει τὴν τοῦ προβάτου, καὶ τὴν τοῦ τὸ κώδιον περιβεβλημένου λύκου διαφοράν. "Ἐκ τῶν καρ πῶν γὰρ αὐτῶν, φησὶν, ἐπιγνώσεσθε αὐτούς." Ἔπειτα διά τινος εἰκόνος σαφέστερον ἀποφαίνει τὸν λόγον. "Μήτι γὰρ, φησὶ, συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς, ἢ ἀπὸ τριβόλων σῦκα; Οὕτω πᾶν δένδρον ἀγαθὸν ἀγαθοὺς καρποὺς ποιεῖ, τὸ δὲ πονηρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ." Καὶ πλατύνας τὸν λόγον ἐπήγαγεν· "Ἄρα γε ἐκ 83.401 τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς." Ἱκανὰ μὲν οὖν καὶ αὐτὰ καθ' ἑαυτὰ τὰ δυσαγῆ καὶ παμ μίαρα δόγματα τὸν οἰκεῖον ἐπιδεῖξαι πατέρα. "Ἐκ γὰρ τοῦ καρποῦ, φησὶ, τὸ δένδρον γινώσκεται." Ἀπόχρη δὲ καὶ τὸ τούτων τέλος διελέγξαι τὸ ψεῦδος. Εὐδιάλυτον γὰρ τὸ ψεῦδος, μόνιμον δὲ τῆς ἀληθείας τὸ κράτος. ∆ιά τοι τοῦτο, φροῦδοι μὲν τῆς διαβολι κῆς ἐνεργείας οἱ μῦθοι· ἀνθεῖ δὲ καὶ τέθηλε τῶν Εὐαγγελίων τὰ δόγματα. Καὶ πολλῶν πεπολεμηκό των, καὶ δήμων, καὶ δημαγωγῶν, καὶ στρατηγῶν, καὶ βασιλέων, διέμεινεν ἐπὶ τῆς πέτρας ἐρηρεισμένα τὰ τῆς Ἐκκλησίας θεμέλια· οἱ δὲ τῶν δυσωνύμων αἱρέ σεων κήρυκες ἔφυγον, κατὰ τὸν εἰρηκότα Σοφὸν, οὐδενὸς διώκοντος. Αὐτοῦ γάρ ἐστι φωνή· "Ἀνῆκά μου τὰς χεῖρας, καὶ ἐξηράνθησαν, καὶ ἐγένοντο ὡσεὶ χόρτος ξηρὸς ἐπὶ δωμάτων· τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, καὶ ἡ δικαιοσύνη μου οὐ μὴ ἐκλί πῃ." Ἀλλ' ἐπὶ τὴν διήγησιν τῶν ὑπολοίπων μεταβῶμεν δογμάτων. Αʹ. -Περὶ Νικολαϊτῶν. Ἡ Νικολαϊτῶν αἵρεσις οὐ μόνον ἐξ ἀνοίας, ἀλλὰ καὶ ἐξ ἀκολασίας συνέστη. Σαφέστερον δὲ τὰ περὶ ταύτης ὁ Κλήμης ἐδίδαξεν. Ἔφη δὲ τὸν Νικόλαον ἕνα γεγενῆσθαι τῶν ἑπτὰ διακόνων, οὓς ὁ χορὸς τῶν ἀποστόλων διὰ τὴν τῶν χηρῶν ἐχειροτόνησε θεραπείαν. Εὔοπτον δὲ ἐσχηκότα γυναῖκα, αἰτιαθῆ ναι παρὰ τοῖς ἀποστόλοις, ὡς ζηλοτυπίας εἰσδεξάμε νον πάθος. Τοῦτον δὲ ἀποτρέψασθαι τήνδε τὴν δόξαν πειρώμενον, εἰς μέσον ἀγαγεῖν τὴν γυναῖκα, καὶ ἐπιτρέψαι κοινωνῆσαι αὐτῇ τὸν βουλόμενον· οὐ τοῦτο νομοθετοῦντα, ἀλλὰ τὴν τῶν κατηγορηκότων συκοφαντίαν ἐλέγχοντα. Ἐντεῦθεν τινὲς τὸ παρὰ τούτου διὰ τὴν προῤῥηθεῖσαν αἰτίαν γενόμενον κά κιστα παραδεξάμενοι, κοινὰς ἔχειν τὰς γυναῖκας ἐνομοθέτησαν. Τὸν δὲ Νικόλαον ὁ Κλήμης ἔφη τῶν ἐπὶ σωφροσύνῃ λαμπρυνομένων γενέσθαι, καὶ τὰ τέκνα τὴν ὑπὲρ