1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

70

γενέσθαι πονηρίας, οὐ πάσας ἐντέ θεικε τὰς τῆς κακίας ἰδέας· τούτῳ δὲ ὅλος αὐτὸς συναφθεὶς, τὰς παντοδαπὰς αὑτοῦ τῆς πονηρίας δι' αὐτοῦ μηχανὰς ἐπιδείξει. Εἶτα λέγει καὶ τῆς συγχω ρήσεως τὴν αἰτίαν· "Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀλη θείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτούς. Καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει· ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ." Ταῦτα καὶ περὶ τοῦ ἀντιχρίστου παρὰ τῆς θείας Γραφῆς ἐδιδάχθημεν. Ἐν κεφαλαίῳ δὲ καὶ τὰ περὶ τούτου γεγράφαμεν, ἐπειδήπερ καὶ τὸν προφήτην ∆ανιὴλ, καὶ τὸν Ἀπόστολον ἑρμη νεύοντες, μακροτέροις τοῖς περὶ τῆς τούτου παρου σίας ἐχρησάμεθα λόγοις, καὶ ῥᾴδιον τῷ βουλομένῳ τοῖς ὑποδείγμασιν ἐντυχεῖν ἐκείνοις, καὶ εἴ τι παραλελοίπαμεν ἐν τούτοις, ἐν ἐκείνοις εὑρεῖν. Ταῦτα παρὰ τῶν θεοφόρων ἀνδρῶν, προφητῶν, φημὶ, καὶ ἀποστόλων, καὶ τῶν ἐκείνους διαδεξαμένων, παρεί ληφεν ἡ Ἐκκλησία τὰ δόγματα, οὐ δυσσεβεῖς διαπλάσασα μύθους, οὐδὲ ἀνθρωπίνοις ἀκολουθήσασα λογισμοῖς, ἀλλὰ θείοις λόγοις πιστεύσασα. Ἐπειδὴ δὲ καὶ τὴν ἠθικὴν διδασκαλίαν διέφθειραν οἱ παμ μίαροι, καὶ ἐναντίας ἀλλήλοις ἐπενόησαν ἀτραπούς· οἱ μὲν γὰρ τὸν γάμον πορνείαν ὠνόμασαν, οἱ δὲ πᾶ σαν ἔκθεσμον καὶ ἀθέμιτον ἀκολασίαν ἠσπάσαντο· φέρε καὶ τὸ ἐν τοῖς ἠθικοῖς τῆς Ἐκκλησίας ἐπιδεί ξωμεν φρόνημα. Κ∆ʹ. -Περὶ παρθενίας. Κέρδων μὲν οὖν καὶ Μαρκίων τὴν παρθενίαν ἐνο μοθέτησαν τῷ ∆ημιουργῷ πολεμοῦντες, ἵνα μὴ διὰ τοῦ γάμου τὴν ἐκείνου δημιουργίαν αὐξήσωσιν. Ὁ δὲ Μάνης τὸν γάμον τῆς ὕλης ὠνόμασε συνεργὸν, καὶ τούτου χάριν παρθενεύειν ἐκέλευσε. Σατορνῖλος δὲ καὶ Τατιανὸς προφανῶς τὸν γάμον τοῦ διαβόλου ὠνό μασαν. Ὁ ∆εσπότης δὲ Θεὸς νόμους μὲν περὶ παρ θενίας οὐ τέθεικεν· οἶδε γὰρ ὑπὲρ φύσιν τὸ χρῆμα· ταῖς δὲ ταύτης εὐφημίαις ἐπὶ τὸν ἀγῶνα τοὺς βου λομένους προέτρεψεν. Εἰρηκότων γὰρ τῶν ἀποστό λων· "Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνδρὸς μετὰ γυναικὸς, οὐ συμφέρει γῆμαι," ὑπολαβὼν ὁ Κύριος εἶπεν· "Οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον, ἀλλ' οἷς δέδοται. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες εὐνουχί σθησαν ὑπὸ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵ τινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τοῦ 83.533 Θεοῦ." Τοῦτο δὲ οὐ περὶ τῆς τῶν μορίων, ἀλλὰ περὶ τῆς τῶν ἀτόπων λογισμῶν εἴρηκεν ἐκτομῆς. Εἶτα ἐπήγαγεν· "Ὁ δυνάμενος χωρεῖν, χωρείτω." Οὗ δὴ χάριν καὶ ὁ θεῖος Ἀπόστολος περὶ παρθενίας εἰσφέρων φησίν· "Ἐπιταγὴν Κυρίου οὐκ ἔχω· νόμον γὰρ περὶ παρθενίας ὁ Κύριος οὐ τέθεικε· γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι." Συμβουλεύω δὲ, φησὶν, οὐ νομοθετῶ, καὶ τοῦτο, οὐ θρασύτητι χρώμενος, ἀλλὰ ψήφῳ θείᾳ τὴν τοῦ κη ρύγματος ὑπουργίαν δεξάμενος. "Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν ἀνθρώπῳ τὸ οὕτως εἶναι." Τὸ δὲ νομίζω τέθεικεν, οὐκ ἐνδοιάζων περὶ ὧν συνεβού λευεν, ἀλλὰ κολάζων τὸν λόγον, ἵνα μὴ γένηται νόμος. Ὁ γὰρ νόμος καὶ παράβασιν ἔχει, ἡ δὲ παράβασις ἐπιφέρει καὶ τιμωρίαν. Τούτου δὲ ἕνεκα τὸ νομίζω προστέθεικεν, ἵνα δείξῃ συμβουλὴν, ἀλλ' οὐ νόμον, ὄντα τὸν λόγον. Εἶτα δείκνυσι, τί καλὸν προσηγόρευ σεν· "∆έδεσαι γυναικί; μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα." Τῶν γὰρ αἱρε τικῶν τὰ δηλητήρια φάρμακα προορῶν, κατασκευά ζει τὴν προφυλακτικὴν θεραπείαν. ∆ιὸ δὴ πρότερον ἐβεβαίωσε τοῦ γάμου τὸν νόμον, εἶθ' οὕτως τὰς περὶ τῆς παρθενίας ὑποθήκας εἰσήνεγκεν. Ἵνα γὰρ μή τις αὐτὸν ὑπολάβῃ τοῦ γάμου κατηγοροῦντα τὴν ἁγνείαν νομοθετεῖν, ἀναγκαίως τοῦ γάμου τὸν νόμον ἐκράτυνεν, εἰπών· "Μὴ ζήτει λύσιν·" ταὐτὸ δὲ τοῦτο τεθεικὼς ἐπὶ τῆς ἁγνείας, καὶ εἰπών· "Μὴ ζήτει γυναῖκα," οὐκ ἐνέμεινε