1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

73

συμφώνως οὐ γιγνομένου, εἰς πορνείαν συνέβαινεν ἐκπεσεῖν τὸν καρτερεῖν οὐ δυνάμενον, ἀπαγορεύει τὴν δίχα συμφωνίας ἐγκράτειαν, καί φησιν· "Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνὴρ, καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξου σιάζει, ἀλλ' ἡ γυνή." Ὑπὸ τὴν ἀλλήλων, φησὶν, ἐξουσίαν τελεῖτε. Οὐ δύνασαι δρᾷν ὃ βούλει, δίχα τοῦ συνέλκοντος τὸν ζυγόν. Καὶ κρατύνων τὸν νόμον, ἐπήγαγε· "Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε." Στέρησιν δὲ κέκληκε, τὴν παρὰ γνώμην γιγνομένην παῦλαν τῆς ὁμιλίας. Θατέρου γὰρ ἐγκρατευομένου θάτερον νομίζει μέρος ἀποστε ρεῖσθαι τῆς κοινωνίας. ∆ιδάσκει δὲ καὶ τίνος ἕνεκα μετὰ τὴν προσευχὴν καὶ τὴν νηστείαν συνελθεῖν πάλιν ἐκέλευσεν· ἐπήγαγε γάρ· "Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς." Καὶ δεικνὺς ὡς ἐξ ἡμῶν ἐκεῖνος τοῦ πολέ μου λαμβάνει τὰς ἀφορμὰς, ἀναγκαίως προστέθεικε· "∆ιὰ τὴν ἀκρασίαν ὑμῶν." Ὑμῶν γὰρ, φησὶν, ἀγω νιζομένων, οὐδαμῶς ἐκεῖνος ἰσχύσει. Εἶτα προτρέπων ἐπὶ τὰ κρείττονα. φησί· "Τοῦτο δὲ λέγω κατὰ συγ γνώμην, οὐ κατ' ἐπιταγήν. Θέλω γὰρ πάντας ἀνθρώ πους εἶναι, ὡς καὶ ἐμαυτὸν, ἐν ἐγκρατείᾳ, ἀλλ' ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ τοῦ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως." Εἰ δὲ ὁ τρισμακάριος Παῦλος Θεοῦ χάρισμα τὸν μετὰ σωφροσύνης ὠνόμασε γάμον, δῆλοι τῶν δυσωνύμων αἱρετικῶν οἱ παράνομοι νόμοι. Καὶ τὰ ἑξῆς δὲ τῆς αὐτῆς ἔχεται διανοίας· "Τοῖς δὲ γεγαμηκόσι, φησὶ, παραγγέλλω οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι· ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλα γήτω· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι." Τοσοῦτον 83.541 ἀπέχει τοῦ κωλύσαι τὸν γάμον, ὅτι καὶ τὸν διασπώ μενον δεσποτικοῖς νόμοις συνέχει. Οὐ γὰρ ἐγὼ, φησὶ, τοῦτον τὸν νόμον γράφω, ἀλλ' ὁ ∆εσπότης Θεὸς, ὃς ἐν τοῖς Εὐαγγελίοις προστέθεικε τοῖς θείοις, καὶ τὴν χωρισθεῖσαν δὲ μεῖναι ἄγαμον διηγόρευσε, ταύτῃ βιαζόμενος ἀνελθεῖν πρὸς τὸν ἄνδρα. Καὶ μὴν καὶ ταῖς ἀπίστους ἐχούσαις ἄνδρας, καὶ τοὺς ἀπίστοις γυναιξὶ συνημμένους, παραγγέλλει μὴ διαλύσαι τὸν γάμον. "Εἴ τις γὰρ, φησὶν, ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· καὶ γυνὴ, εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω αὐτόν." Εἰ δὲ τὸν οὐκ ἔχοντα τὴν τῆς πίστεως συμφωνίαν οὐ διέλυσε γάμον, δῆλον ὅτι τὸν γάμον ἔννομον, ἀλλ' οὐ παράνομον οἶδεν. Κςϛʹ. -Περὶ δευτέρου γάμου. Καὶ τί λέγω τὸν πρῶτον γάμον; καὶ δευτέραν ἐνομοθέτησε συνάφειαν. "Λέγω γὰρ, ἔφη, τοῖς ἀγά μοις, καὶ ταῖς χήραις· καλὸν αὐτοῖς ἐστιν ἐὰν μεί νωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησά τωσαν· κρεῖσσον γάρ ἐστι γαμῆσαι, ἢ πυροῦ σθαι." Πύρωσιν δὲ, οὐ τὴν ἐνόχλησιν τῆς ἐπιθυ μίας, ἀλλὰ τὴν ἧτταν ὠνόμασε. Καὶ μετ' ὀλίγα δὲ βεβαιοῖ τὸν νόμον· λέγει δὲ οὕτως· "Γυνὴ δέδεται νόμῳ ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ καὶ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γα μηθῆναι, μόνον ἐν Κυρίῳ· τουτέστι σωφρόνως τε καὶ ἐννόμως, εὐσεβεῖ ἀνδρὶ καὶ πιστῷ." Καὶ περὶ ἐγκρατείας συμβουλεύει· "Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην." Καὶ τῇ ἐπαγωγῇ δείκνυσι τοῦ νόμου τὸ ἀξιόπιστον· "∆οκῶ γὰρ, ἔφη, κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν." Οὐ τοῖς λογι σμοῖς ἀνθρωπίνοις κεχρημένος νομοθετῶ, ἀλλ' ὄρ γανον τοῦ θείου γιγνόμενος Πνεύματος. Ἐπιση μήνασθαι δὲ χρὴ, ὡς οὐ μακαρίαν, ἀλλὰ μακαριωτέ ραν εἶπε τὴν ἐγκρατευομένην, ταύτῃ διδάσκων, ὡς καὶ ἡ τὸν δεύτερον γάμον ἀσπαζομένη, οὐ παντά πασι τῆς μακαριότητος ἔρημος, εἴπερ ἄρα κατὰ τὸν κείμενον νόμον δέξαιτο τὸν ζυγόν. Καὶ Ῥωμαίοις δὲ γράφων, καὶ νόμου καὶ χάριτος