1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

25

ποτὲ μὲν τρίτῃ, ποτὲ δὲ πέμπτῃ, ποτὲ δὲ Σαββάτῳ, ἢ ὅπως ἂν τύχῃ, πανηγυρί ζουσι τοῦ πάθους τὴν μνήμην. Κέχρηνται δὲ καὶ ταῖς πεπλανημέναις τῶν ἀποστόλων Πράξεσι, καὶ τοῖς ἄλλοις νόθοις, μᾶλλον δὲ ἀλλοτρίοις τῆς χάριτος, ἃ καλοῦσιν ἀπόκρυφα. Συμφέρονται δὲ καὶ τοῖς Ναυάτου· καὶ οὗτοι γὰρ τὸν περὶ τῆς μετανοίας ἀποστρέφονται λόγον. Εʹ. -Περὶ Ναυάτου. Ὁ δὲ Ναυᾶτος τῆς Ῥωμαίων Ἐκκλησίας πρεσβύτερος ἦν. Χειμῶνος δὲ σφοδροτάτου ταῖς Ἐκκλησίαις προσπεσόντος, συνέβη τινὰς τῶν εὐσε βείᾳ συντεθραμμένων, μετὰ πολλὰς αἰκίας ἀπ αυδῆσαι, καὶ τοῖς τῆς ἀρνήσεως καταχρήσασθαι ῥήμα σιν. Οὗτοι γαλήνης γενομένης τῶν τῆς μετανοίας φαρμάκων τυχεῖν ἠντιβόλησαν. Καὶ δὴ τοῖς ἀρίστοις ἔδοξε ποιμέσι τὴν ∆εσποτικὴν δεῖσαι κατηγορίαν, τὴν λέγουσαν· "Ὦ οἱ ποιμένες, τὸ συντετριμμένον οὐ κατεδήσατε, καὶ τὸ πεπλανημένον οὐκ ἐπεστρέψατε, καὶ τὸ καταπεπτωκὸς οὐκ ἀνωρθώσατε·" καὶ ὀρέξαι χεῖρα τοῖς πεπτωκόσι, καὶ στηρίξαι τούτους κατὰ τὴν ∆εσποτικὴν ἐντολήν. Πρὸς γὰρ δὴ τὸν μέγαν ἔφησε Πέτρον ὁ Κύριος· "Σίμων, Σίμων, ἐξῃτήσα το ὁ Σατανᾶς σινιάσαι ὑμᾶς ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου." Ταύταις ὁ Ναυᾶτος ταῖς βουλαῖς οὐκ ἠρέσθη, ἀλλ' ἄντικρυς ἀντεῖπε, μὴ χρῆναι λέγων τοὺς ἀρνηθέντας σωτηρίας τυχεῖν· παραπλήσιον ποιῶν τοῖς τοὺς ἀῤῥω στοῦντας κωλύουσι τῶν ἰατρικῶν ἀπολαύειν φαρμά κων. Οἱ δὲ τῆς θεραπείας ἀντιβολοῦντες τυχεῖν, διήλεγχον αὐτὸν, πολλάκις μὲν παρακληθέντα δρα μεῖν παρ' αὐτοὺς, καὶ λόγοις γοῦν ὑπερεῖσαι ταῖς τοῦ τυράννου μηχαναῖς βαλλομένους· τὸν δὲ κρυπτόμενον, καὶ λανθάνειν πειρώμενον, ἀρνηθῆναι 83.408 καὶ τὸ εἶναι πρεσβύτερον. Ἀλλ' ὅμως καὶ τῶνδε τῶν λόγων ἀκούσαντες οἱ συνεληλυθότες εἰς τὴν Ῥώμην ἐπίσκοποι, ἐπειράθησαν πεῖσαι συνθέσθαι τοῖς ἄριστα δόξασιν. Ἐπειδὴ δὲ εἶδον λυττῶντα, καὶ τὴν θεομισῆ νομοθετοῦντα ὠμότητα, τοῦ τῆς Ἐκκλησίας ἐχώρι σαν σώματος, Κορνηλίου τότε τὴν Ῥώμην ἰθύνοντος. Οὗτος ὁ Ναυᾶτος, ὀλίγους τινὰς καὶ λίαν εὐαριθμή τους κοινωνῆσαι τῆς αἱρέσεως πείσας, εἰς τὴν Ἰτα λίαν ἐξῆλθε, καὶ τρεῖς πολιχνίων ἐπισκόπους ἐξαπα τήσας ἦγεν, ὡς δῆθεν πρεσβευσομένους ὑπὲρ αὐτοῦ πρὸς τὸν τῆς Ῥώμης ἐπίσκοπον. Εἴς τινα δὲ κώμην σὺν αὐτοῖς ἀφικόμενος, ἠνάγκασεν ἐπισκοπικῆς αὐ τῷ μεταδοῦναι χειροτονίας, καὶ ταύτην αὐτοὶ τὴν βίαν ὠδύραντο, καταλαβόντες τὴν Ῥώμην, καὶ τὰ γεγενημένα διδάξαντες. Οὕτω κλέψας τὴν χειροτονίαν ὁ δείλαιος, γέγονε τῆς αἱρέσεως ἀρχηγός. Τοὺς δὲ τῆς οἰκείας συμμορίας οὐ Ναυατιανοὺς μόνον, ἀλλὰ καὶ Καθαροὺς προσηγόρευσεν. Καὶ οὐδὲ τὴν τοῦ ∆εσπότου Θεοῦ κατηγορίαν ἔδεισεν, ἣν κατά τινων ἐποιήσατο λέγων· "Οἱ λέγοντες· Καθαρός εἰμι, μή μου ἅπτου·" καὶ ἐπήγαγεν· "Αὐτὸς καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας." Κύριος γὰρ "ὑπερηφάνοις ἀντιτάσσεται." Οἱ δὲ τούτου διάδοχοι καὶ ἕτερα τῷ δόγματι προστεθεί κασι· τοὺς γὰρ δευτέροις γάμοις ὡμιληκότας τῶν ἱερῶν ἐξελαύνουσι μυστηρίων· καὶ παντελῶς τὸν τῆς μετανοίας τῶν οἰκείων συλλόγων ἐξορίζουσι λόγον· καὶ τοῖς ὑπὸ σφῶν βαπτιζομένοις τὸ πανάγιον οὐ προσφέρουσι χρίσμα. ∆ιά τοι τοῦτο καὶ τοὺς ἐκ τῆσ δε τῆς αἱρέσεως τῷ σώματι τῆς Ἐκκλησίας συναπτο μένους χρίειν οἱ πανεύφημοι Πατέρες προσέταξαν. Κατὰ ταυτησὶ τῆς αἱρέσεως πολλὰς μὲν ἐπιστο λὰς ὁ Κορνήλιος ἔγραψε, πολλὰς δὲ ∆ιονύσιος ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, καὶ ἕτεροι δὲ πολ λοὶ τῶν τηνικάδε ἐπισκόπων, δι' ὧν κατάδηλος εὐθὺς ἐγένετο πᾶσιν ἡ τοῦ Ναυάτου ὠμότης.