1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

76

Ἡσαΐας βοᾷ· "Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, καὶ γνώσῃ ποῦ ἦσθα ὅτε ἐπεποίθεις ἐπὶ τοῖς μα ταίοις." Κἀν τῷ προοιμίῳ δὲ παμπόλλας τοῦ λαοῦ παρανομίας διεξελθὼν, καὶ δείξας τὸ τῆς νόσου δυσ ίατον, "Οὐκ ἔστι γὰρ, ἔφη, μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους." Μετ' ὀλίγα, τὴν τῆς μετανοίας αὐτοῖς προσήγαγε θεραπείαν, πρὸς ἣν ἔλεγε· "Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν." Εἶτα ὑπισχνεῖται ἐρίῳ λευκῷ καὶ χιόνι παραπλησίους 83.549 αὐτοὺς ἀποφαίνειν, εἰ καὶ κόκκινον καὶ φοινικὴν ἔχοιεν χροιάν· Τοῦτο δὲ μόνῳ τῷ Θεῷ δυνατόν· οἱ γὰρ δευσοποιοὶ εἰς μὲν ἄλλα χρώματα τὸ λευκὸν μεταβάλλουσιν, ἄλλο δέ τι τῶν χρωμάτων μεταβα λεῖν εἰς λευκὸν οὐκ ἰσχύουσι· τῷ δὲ Ποιητῇ πάντα ῥᾴδια. Ἀλλὰ γὰρ πέρα τοῦ μέτρου μηκυνοῦμεν τὸν λόγον, εἰ πάσας τὰς τῶν προφητῶν παραινέσεις συλλέξαιμεν· πλήρης γὰρ τούτων καὶ ἡ προφητικὴ μελῳδία, καὶ τῶν ἄλλων προφητῶν τὰ θεσπίσματα. Ἀλλ' οἱ τὸν Ναυάτου διαδεξάμενοι τῦφον, μετὰ τὸ βάπτισμά φασι μὴ χρῆναι τοῖς ἁμαρτάνουσι θερα πείαν προσφέρειν. Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς καὶ οἱ παλαιοὶ τύπον εἶχον τῶν ἱερῶν μυστηρίων τὰ περιῤῥαντήρια, καὶ τὰς θείας ἱερουργίας. Ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἄνοιαν αὐτὴν διελέγξωμεν, τὸν Ἀαρὼν εἰς μέσον ἀγάγωμεν. Οὗτος γὰρ χρι σθεὶς, καὶ πρῶτος ἀρχιερεὺς χειροτονηθεὶς, καὶ τοῦ θείου Πνεύματος τὴν χάριν δεξάμενος, εἶξε μὲν ταῖς δυσσεβέσιν αἰτήσεσι τοῦ παρανόμου λαοῦ, κατ εσκεύασε δὲ τὴν εἰκόνα τοῦ μόσχου, καὶ θυσίας μετὰ τῶν ἄλλων προσενήνοχε Λευϊτῶν· ἀλλ' ὅμως συγ γνώμης τετύχηκε, καὶ ἀρχιερατεύων μέχρι τελευτῆς διετέλεσε. Καὶ ὁ μέγας δὲ ∆αβὶδ, προφήτης ὢν καὶ τοῦ θείου Πνεύματος τὴν χάριν ἔνοικον κεκτημένος, δύο χαλεπὰς παρανομίας εἰργάσατο, ἀλλὰ τὰ τραύ ματα διὰ μετανοίας ἰάσατο, καὶ οὐκ ἐγυμνώθη τῆς τοῦ Πνεύματος χάριτος, ἀλλὰ καὶ μετὰ τὴν ἁμαρτίαν πολλὰ τῶν ἐσομένων ἐθέσπισε. Περὶ τοῦ ἐν Κορίνθῳ πεπορνευκότος τί ἂν εἴποιεν, ὃς οὐ μό νον θείων μυστηρίων ἠξίωτο, ἀλλὰ καὶ διδασκαλι κοῦ τετύχηκεν χαρίσματος; οὗ δὴ χάριν ὡς ἐπὶ σοφῷ καὶ πεπαιδευμένῳ μέγα φρονούντων τῶν ὑπ' ἐκείνῳ τελούντων, ὁ θεῖος Ἀπόστολος κατηγόρησεν εἰπών· "Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας." Ἀλλ' ὅμως καὶ διδάσκαλον ὄντα, καὶ μεγίστην παρανομίαν τετολμηκότα παραδοὺς τῷ Σατανᾷ, πάλιν αὐτὸν ἐξήρπασε τῶν ἐκείνου χειρῶν, καὶ τῷ τῆς Ἐκκλησίας ἀποδέδωκε σώματι. Γράφει δὲ οὕτως ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· "Ὧ δέ τι χαρίζεσθε, καὶ ἐγώ. Καὶ γὰρ ἐγὼ εἴ τι κεχάρισμαι, ᾧ κεχάρισμαι, δι' ὑμᾶς." Καὶ ἵνα μή τις αὐ τὸν ὑπολάβῃ πρὸς χάριν ἀνθρώπων τοῦτο πεποιηκέ ναι, προστέθεικεν· "Ἐν προσώπῳ Χριστοῦ, τουτ έστιν ὡς ὁρῶντος τοῦ ∆εσπότου τῶν ὅλων, ὡς ἐπι στάμενος, ὅτι καὶ αὐτῷ ἀρέσκει τοῦτο γιγνόμενον." Ὅθεν καὶ τὴν αἰτίαν ἐπάγει· "Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν." -"Ὥστε ὑμᾶς μᾶλλον χαρίσασθαι, καὶ παρακαλέσαι, μήπως τῇ περισσοτέρᾳ λύπῃ κα ταποθῇ ὁ τοιοῦτος." Τοιαύτην εἶχον εὐσπλαγχνίαν οἱ τῆς Ἐκκλησίας διδάσκαλοι· ἰατροὶ γὰρ ἦσαν πνευματικοὶ, τῶν μὲν ἐῤῥωμένων τὴν ὑγείαν φυλάτ 83.552 τοντες, τῶν δὲ κακῶς διακειμένων τὰς νόσους ἐλαύ νοντες. Τοῦτο πραγματευόμενος, καὶ ταῦτα τοῖς πρὸς τούτοις ἐντέθεικε γράμμασι· "Μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ με τανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν." Οὕτως Γαλάτας παρατρα πέντας τῆς πίστεως, καὶ μετὰ τὴν κλῆσιν τῆς χάριτος καὶ τὴν τῶν θείων μυστηρίων ἀπόλαυσιν, τὴν περιτομὴν δεξαμένους, καὶ τῶν