1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

19

κείμενοι λώβην· εἰς ἔλεγχον δὲ ἴσως τῶν νῦν τὰς Ἐκκλησίας νέμειν πεπιστευμένων, οὐδὲ τὰ σμικρὰ τῶν δυσσεβῶν αἱρέσεων λείψανα μεταβαλεῖν δυνα μένων. Ὁ δὲ ἀντίθεος δαίμων τοῦ κατὰ τῆς εὐσεβείας πολέμου κόρον λαβεῖν οὐκ ἠθέλησεν· ἀλλὰ ἄλ λους πάλιν κατὰ τῆς ἀληθείας ἐστράτευσεν ἄντικρυς ἐναντία τοῖς προῤῥηθεῖσι τεθρησκευκότας αἱρετι κοῖς. Αʹ. -Περὶ Ἐβίωνος. Ταυτησὶ δὲ τῆς φάλαγγος ἦρξεν Ἐβίων, τὸν πτω χὸν δὲ οὕτως Ἑβραῖοι προσαγορεύουσιν. Οὗτος ἔνα μὲν τὸν ἀγέννητον ἔφη παραπλησίως ἡμῖν, καὶ αὐ τὸν ἔδειξεν εἶναι τοῦ κόσμου δημιουργόν· τὸν δὲ Κύριον Ἰησοῦν Χριστὸν ἐξ Ἰωσὴφ καὶ τῆς Μαρίαςἔφησε γεγενῆσθαι, ἄνθρωπον μὲν ὄντα, ἀρετῇ δὲ καὶ καθαρότητι τῶν ἄλλων διαφέροντα· κατὰ δὲ τὸν Μωσαϊκὸν πολιτεύονται νόμον. Μόνον δὲ τὸ κατὰ Ἑβραίους Εὐαγγέλιον δέχονται, τὸν δὲ Ἀπόστολον ἀποστάτην καλοῦσι. Ἐκ τούτων ἦν Σύμμαχος, ὁ τὴν παλαιὰν Γραφὴν ἐκ τῆς Ἑβραίων μετατεθεικὼς εἰς τὴν Ἑλλάδα φωνήν. Ἄλλη δὲ παρὰ ταύτην συμμορία, τὴν αὐτὴν ἐπωνυμίαν ἔχουσα· Ἐβιωνεῖς γὰρ καὶ οὗτοι προσαγορεύονται· τὰ ἄλλα μὲν ἅπαντα συνομολογεῖ τοῖς προτέροις, τὸν δὲ Σω τῆρα καὶ Κύριον ἐκ Παρθένου γεγεννῆσθαί φησιν. 83.389 Εὐαγγελίῳ δὲ τῷ κατὰ Ματθαῖον κέχρηνται μόνῳ, καὶ τὸ μὲν Σάββατον κατὰ τὸν Ἰουδαίων τιμῶσι νόμον, τὴν δὲ Κυριακὴν καθιεροῦσι παραπλησίως ἡμῖν. Βʹ. -Περὶ τῶν Ναζωραίων. Οἱ δὲ Ναζωραῖοι Ἰουδαῖοί εἰσι, τὸν Χριστὸν τιμῶντες ὡς ἄνθρωπον δίκαιον, καὶ τῷ καλουμένῳ κατὰ Πέτρον Εὐαγγελίῳ κεχρημένοι. Ταύτας συστῆναι τὰς αἱρέσεις ∆ομετιανοῦ βασιλεύον τος ὁ Εὐσέβιος εἴρηκε. Κατὰ τούτων συνέγραψεν Ἰουστῖνος ὁ φιλόσοφος καὶ μάρτυς, καὶ Εἰρηναῖος ὁ τῶν ἀποστόλων διάδοχος, καὶ Ὠριγένης. Γʹ. -Περὶ Κηρίνθου. Κατὰ δὲ τὸν αὐτὸν χρόνον καὶ Κήρινθος ἑτέρας ἦρξεν αἱρέσεως. Οὗτος ἐν Αἰγύπτῳ πλεῖστον διατρί ψας χρόνον, καὶ τὰς φιλοσόφους παιδευθεὶς ἐπιστή μας, ὕστερον εἰς τὴν Ἀσίαν ἀφίκετο, καὶ τοὺς οἰ κείους μαθητὰς ἐκ τῆς οἰκείας προσηγορίας ὠνόμα σεν. Ἐδίδαξε δὲ οὗτος, ἕνα μὲν εἶναι τὸν τῶν ὅλων Θεὸν, οὐκ αὐτὸν δὲ εἶναι τοῦ κόσμου δημιουργὸν, ἀλλὰ δυνάμεις τινὰς κεχωρισμένας, καὶ παντελῶς αὐτὸν ἀγνοούσας. Τὸν Ἰησοῦν δὲ, τοῖς Ἑβραίοις παραπλησίως, ἔφησε κατὰ φύσιν ἐξ ἀνδρὸς γεγεν νῆσθαι καὶ γυναικὸς, τοῦ Ἰωσὴφ καὶ τῆς Μαρίας, σωφροσύνῃ δὲ, καὶ δικαιοσύνῃ, καὶ τοῖς ἄλλοις ἀγα θοῖς διαπρέψαι. Τὸν δὲ Χριστὸν ἐν εἴδει περι στερᾶς ἄνωθεν εἰς αὐτὸν κατελθεῖν, καὶ τηνικαῦτα τὸν ἀγνοούμενον κηρύξαι Θεὸν, καὶ τὰς ἀναγράπτους ἐπιτελέσαι θαυματουργίας. Κατὰ δὲ τὸν τοῦ πάθους καιρὸν, ἀποστῆναι μὲν τὸν Χριστὸν, τὸ δὲ πάθος ὑπομεῖναι τὸν Ἰησοῦν. Οὗτος καὶ ἀποκαλύψεις τινὰς ὡς αὐτὸς τεθεαμένος ἐπλάσατο, καὶ ἀπειλῶν τινων διδασκαλίας συνέθηκε, καὶ τοῦ Κυρίου τὴν βασιλείαν ἔφησεν ἐπίγειον ἔσεσθαι· καὶ βρῶσιν καὶ πόσιν ὠνειροπόλησε, καὶ φιληδονίας ἐφαντάσθη, καὶ γάμους, καὶ θυσίας, καὶ ἑορτὰς, ἐν Ἱερουσαλὴμ τελουμένας, καὶ ταῦτα ἐπὶ χιλίοις ἔτεσι τελεσθήσε σθαι. Τοσοῦτον γὰρ ᾤετο καθέξειν τοῦ Κυρίου τὴν βασιλείαν. Κατὰ τούτου δὲ οὐ μόνον οἱ προῤῥη θέντες συνέγραψαν, ἀλλὰ σὺν ἐκείνοις καὶ Γάϊος, καὶ ∆ιονύσιος ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος. Τοῦ τον, ὥς φασιν, ὁ θεσπέσιος Ἰωάννης ὁ εὐαγγε λιστὴς λουόμενον θεασάμενος· συνέβη γὰρ καὶ αὐτὸν δι' ἀῤῥωστίαν χρῆσθαι τῷ βαλανείῳ· Φύγωμεν, εἶπεν, ἐντεῦθεν, μὴ διὰ Κήρινθον τοῦ βαλανείου πεσόν