1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

11

τὸν οἰκεῖον. Ἐπέθεσαν δὲ καὶ τὰ ὀνόματα τοῖς προειρημέ νοις υἱοῖς, τῇ Ἑβραίων χρησάμενοι γλώττῃ, ὧν ἐπι μνησθῆναι περιττὸν ἄγαν ὑπέλαβον. ∆ιαστασιάσαι δέ φασι τοὺς ἄλλους πρὸς τὸν πρῶτον, τῶν μὲν ὄντα πάππον, τῶν δὲ ἐπίπαππον, ἐνίων δὲ πρόγονον. Τὸν δὲ ἀθυμήσαντα, εἰς τὴν τρύγα τῆς ὕλης ἐρεῖ σθαι τὴν ἔννοιαν, καὶ γεννῆσαι υἱὸν ὀφιόμορφον ἐξ αὐτῆς. Εἶτα καυχώμενον τὸν τοῦ ὀφιομόρφου πατέρα εἰπεῖν, Ἐγὼ Θεὸς καὶ πατὴρ, καὶ ὑπὲρ ἐμὲ οὐδείς. Τὴν δὲ μητέρα δυσχεράνασαν ἐπιβοῆσαι αὐτῷ, Μὴ ψεύδου· ἔστι γὰρ ὑπὲρ σὲ πατὴρ ἁπάν των, πρῶτος ἄνθρωπος, υἱὸς ἀνθρώπου. Τούτων δὲ, φησὶν, ἀκούσας τῶν λόγων τοῦ ὄφεως ὁ πατὴρ ἔφη· "∆εῦτε, ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμῶν." Καὶ ἕτερα δὲ πάμπολλα προστιθέασι δυσσεβείας ὁμοῦ καὶ ἀηδίας μεστά. Καὶ τὸν ὀφιό μορφον δὲ ἐκεῖνον Μιχαὴλ καὶ Σαμαννὰ ὀνομά ζουσι. Καὶ τοὺς προφήτας διαιροῦσι, καὶ τοῖς ἑπτὰ υἱοῖς ὡς θέλουσιν ἀπονέμουσι. Καὶ τὸν Σὴθ θείαν τινὰ δύναμιν εἶναί φασι· διὸ καὶ Σηθιανοὶ προσ ηγορεύθησαν. Τὸν δὲ Ἰησοῦν ἄλλον λέγουσι παρὰ τὸν Χριστόν· καὶ τὸν μὲν Ἰησοῦν ἐκ τῆς Παρ θένου γεννηθῆναι, τὸν δὲ Χριστὸν οὐρανόθεν εἰς αὐτὸν κατελθεῖν. Φασὶ δὲ καὶ τοὺς ἀποστόλους πλα νηθῆναι, νενομικότας τοῦ Σωτῆρος ἀναστῆναι τὴν σάρκα. Τινὲς δὲ ἐξ αὐτῶν φασιν, εἰς ὄφεως εἶδος ἑαυτὸν ἐκτυπώσαντα τὸν Χριστὸν, εἰς τὴν τῆς Παρ θένου μήτραν εἰσδῦναι. Καὶ οὕτω νοοῦσιν οἱ δεί λαιοι τὴν ἀποστολικὴν ῥῆσιν· "Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, 83.368 ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών." Τινὲς δὲ αὐτὸν τὸν ὄφιν τῇ Σοφίᾳ συνεῖναί φασι, καὶ ὡς ἐναντίῳ Θεῷ τῷ ποιητῇ πολεμοῦντα, τὸν Ἀδὰμ ἐξαπατῆσαι, καὶ δεδωκέναι τὴν γνῶσιν, καὶ τούτου χάριν εἰρῆσθαι φρονιμώτατον εἶναι πάντων τὸν ὄφιν, καὶ τὴν πολυέλικτον δὲ τῶν ἡμετέρων ἐντέρων θέσιν τοῦ ὄφεως περικεῖσθαι τὸ σῶμα, δεικνῦσαν τὴν ζωο γόνον σοφίαν τοῦ ὄφεως. ∆ιά τοι τοῦτο καὶ προσ κυνοῦσι τὸν ὄφιν. Ὃν ἐπῳδαῖς τισι καταθέλξαντες, ἐν σκότει τρέφουσι, καὶ τῇ τελετῇ τῶν μυσαρῶν αὐτῶν μυστηρίων τοῦτον τῇ τραπέζῃ προσφέρουσιν· ἐπιβάντος δὲ αὐτοῦ, τῶν ἄρτων ὡς ἡγιασμένων μεταλαγχάνουσιν. ΙΕʹ. -Περὶ Καϊνῶν. Ἄλλοι δὲ, οὓς Καϊνοὺς ὀνομάζουσι, καὶ τὸν Κάϊν φασὶν ἐκ τῆς ἄνωθεν αὐθεντίας λελυτρῶσθαι, καὶ τὸν Ἠσαῦ, καὶ τὸν Κορὲ, καὶ τοὺς Σοδομί τας, καὶ πάντας δὲ τοὺς τοιούτους συγγενεῖς ἰδίους ὁμολογοῦσι, καὶ τούτους ὑπὸ μὲν τοῦ Ποιητοῦ μιση θῆναι, μηδεμίαν δὲ βλάβην εἰσδέξασθαι. Ἡ γὰρ σοφία ὅπερ εἶχεν ἐν αὐτοῖς, ἀνήρπασεν ἐξ αὐτῶν· καὶ τὸν προδότην δὲ Ἰούδαν μόνον ἐκ πάντων τῶν ἀποστόλων ταύτην ἐσχηκέναι τὴν γνῶσίν φασι, καὶ διὰ τοῦτο τὸ τῆς προδοσίας ἐνεργῆσαι μυστήριον. Προφέρουσι δὲ αὐτοῦ καὶ Εὐαγγέλιον, ὅπερ ἐκεῖνοι συντεθείκασιν ἐκεῖνος γὰρ εὐθὺς τὴν ἀγχόνην ἔλαβε τῆς προδοσίας μισθόν. Καὶ τὰ ἀπειρημένα πράττοντες, ἀγγέλου τινὸς ἐπιλέγουσιν ὄνομα, ὡς ἐκείνῳ δῆθεν τὴν ἀσέλ γειαν χαριζόμενοι· καὶ τοῦτο ἐφ' ἑκάστης ἰδέας ἀκολάστου ποιοῦσιν. Εἶναι γὰρ τοῖς τῆς ἀκολασίας εἴδεσιν ἰσαρίθμους τινὰς ἀγγέλους λέγουσιν, οἳ θε ραπεύονται τοῖς δρωμένοις. Ιςʹ. -Περὶ Ἀντιτακτῶν. Ἦσαν δὲ καὶ ἄλλοι τινὲς, οὓς Ἀντιτάκτας ἐκά λουν, ἀσεβεῖς, οἳ τὸν μέγαν ἄγνωστον Θεὸν, ὡς αὐτοὶ λέγουσι, πατέρα οἰκεῖον ὠνόμαζον· τοῦτον δὲ ἀγα θὸν εἶναι, καὶ Θεὸν ποιητήν· ἕνα δέ τινα τῶν ὑπ' αὐτοῦ γεγονότων ἐπισπεῖραι ζιζάνια· ὃς καὶ πάντας ἡμᾶς, ὡς αὐτοὶ λέγουσι, κακοῖς περιέβαλεν, ἀντιτα ξάμενος ἡμῶν τῷ