1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

13

τὰ ἄλλα ὅσα ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα γεγεννημένον τὸν Κύριον δείκνυ σιν. Ἐχρήσαντο δὲ τούτῳ, οὐ μόνοι οἱ τῆς ἐκείνου συμμορίας, ἀλλὰ καὶ οἱ τοῖς ἀποστολικοῖς ἑπόμενοι δόγμασι, τὴν τῆς συνθήκης κακουργίαν οὐ ἐγνωκότες, ἀλλ' ἁπλούστερον ὡς συντόμῳ τῷ βιβλίῳ χρησάμενοι. Εὗρον δὲ κἀγὼ πλείους ἢ διακοσίας βίβλους τοιαύτας ἐν ταῖς παρ' ἡμῖν ἐκκλησίαις τετιμημένας, καὶ πάσας συναγαγὼν ἀπεθέμην, καὶ τὰ τῶν τεττάρων εὐαγγελιστῶν ἀντεισήγαγον Εὐαγγέλια. ΚΑʹ. -Περὶ Σευήρου. Τὴν τούτου διδασκαλίαν Σευῆρος διαδεξάμενος, ἐκ τῆς οἰκείας προσηγορίας τοὺς ὑπ' αὐτοῦ πεφε νακισμένους ὠνόμασεν. Ἐντεῦθεν Σευηριανούς τινες τοὺς Ἐγκρατιτὰς καλοῦσιν. Οὗτοι καὶ τοῦ θείου Παύλου τὰς Ἐπιστολὰς, καὶ τῶν Πράξεων τὴν ἱστορίαν ἐκβάλλουσι. Κατὰ τούτων συγγράφει Μουσανὸς τῆς ἀληθείας συνήγορος, καὶ Κλήμης ὁ Στρω ματεὺς, καὶ Ἀπολινάριος, ὁ τῆς κατὰ Φρυγίαν ἱερᾶς πόλεως γεγονὼς ἐπίσκοπος, καὶ Ὠριγένης. ΚΒʹ. -Περὶ Βαρδησάνου καὶ Ἁρμονίου. Βαρδησάνης δὲ ὁ Σύρος, ἐξ Ἐδέσης ὁρμώμε νος, ἐν τοῖς Οὐήρου Μάρκου Καίσαρος ἤκμασε χρόνοις. Τοῦτόν φασι πολλὰ τῆς Βαλεντίνου περικό ψαι μυθολογίας. Πολλὰ δὲ καὶ τῇ Σύρων συνέγραψε γλώττῃ, καὶ ταῦτά τινες μετέφρασαν εἰς τὴν Ἑλλάδα φωνήν. Ἐντετύχηκα δὲ κἀγὼ λόγοις αὐτοῦ, καὶ κατὰ εἱμαρμένης γραφεῖσι, καὶ πρὸς τὴν Μαρκίωνος αἵρε σιν, καὶ ἄλλοις οὐκ ὀλίγοις. Φασὶ δὲ καὶ Ἁρμόνιον, τούτου παῖδα γενόμενον, ἐν Ἀθήναις τὴν Ἑλληνικὴν παιδευθῆναι φωνήν. Πολλὰ δὲ καὶ οὗτος συνέγραψε, τῇ Σύρων γλώττῃ χρησάμενος. Τὴν τῶν ἀμφοτέρων δὲ πλάνην Ἐφραὶμ ὁ Σύρος ὁ πανεύφημος γενναίως διήλεγξεν. ΚΓʹ. -Περὶ Φλωρίνου καὶ Βλάστου. Καὶ Φλωρῖνος δὲ, καὶ Βλάστος, εἰς τὸν τῶν ἐν Ῥώμῃ πρεσβυτέρων συντελοῦντες κατάλογον, εἰς τὴν Βαλεντίνου λώβην ἀπέκλιναν. Τούτων φασὶ τὴν νόσον τὸν τρισμακάριον Εἰρηναῖον ὀλοφυρόμενον, τὴν κατὰ Βαλεντίνου ποιήσασθαι συγγραφήν. Οὗτοι μὲν οὖν ἅπαντες ἀπὸ τοῦ Σίμωνος ἀρξάμενοι, συγ γενῆ τινα ἀλλήλοις ἀπεκύησαν δόγματα, Αἰῶνάς τινας ὀνομάσαντες, καὶ προβολὰς Αἰώνων, καὶ ἄλλας προβολὰς προβολῶν. Κ∆ʹ. -Περὶ Κέρδωνος καὶ Μαρκίωνος. Μαρκίων δὲ, καὶ Κέρδων ὁ τούτου διδάσκαλος, καὶ 83.373 αὐτοὶ μὲν ἐκ τῆς Σίμωνος ἐξαπάτης ἔλαβον τῆς βλασφημίας τὰς ἀφορμὰς, ἀλλ' ἑτέραν ἐκαινοτόμησαν ἀσεβείας ὁδόν. Ὁ γὰρ δὴ Κέρδων ἐγένετο μὲν ἐπὶ Ἀντωνίνου τοῦ πρώτου, ἔφη δὲ ἄλλον εἶναι Θεὸν τὸν πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄγνωστον τοῖς προφήταις, ἄλλον δὲ τοῦ παντὸς ποιητὴν, καὶ τοῦ νόμου τοῦ Μωσαϊκοῦ νομοθέτην· καὶ τὸν μὲν εἶναι δίκαιον, τὸν δὲ ἀγαθόν. Ὁ μὲν γὰρ ἐν τῷ νόμῳ, φησὶν, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος ἐκκόπτειν παρεγγυᾷ· ὁ δὲ ἀγαθὸς ἐν τοῖς Εὐαγγελίοις κελεύει τῷ ῥαπίζοντι τὴν σιαγόνα τὴν δεξιὰν, στρέψαι καὶ τὴν ἄλλην, καὶ τῷ τὸν χιτῶνα βουλομένῳ λαβεῖν, προσδοῦναι καὶ τὸ ἱμάτιον. Καὶ ὁ μὲν ἐν τῷ νόμῳ προσέταξεν ἀγαπᾷν τὸν φίλον, καὶ μισεῖν τὸν ἐχθρόν· ὁ δὲ καὶ τοὺς ἐχθροὺς ἐκέλευσεν ἀγαπᾷν. Καὶ οὐ σύνοιδεν ὁ λίαν ἐμβρόντητος, ὡς καὶ ἐν τῷ νόμῳ διαγορεύει, τὸν πλανώμενον τοῦ