1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

67

ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφ ορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὑτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐ ωνύμων." Ταύτην δὲ αὐτοῦ τὴν ἐπιφάνειαν καὶ ὁ θεῖος ἐθεάσατο ∆ανιήλ. "Ἐθεώρουν, φησὶν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ Παλαιὸς ἡμερῶν ἐκάθισε· τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον, ποταμὸς πυρὸς πορευόμενος εἷλκεν ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. Κριτήριον ἐκάθισε, καὶ βί βλοι ἠνεῴχθησαν." -"Καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ἤρχετο ὡς Υἱὸς ἀνθρώπου, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ αὐτῷ ἐδόθη ἡ ἐξουσία καὶ ἡ βασιλεία. Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, καὶ ἡ βασιλεία αὐτοῦ εἰς τὸν αἰῶνα ἔσται." Καὶ, "Μετεστάθη ἡ ἀρχὴ τῶν θηρίων, καὶ ἐδόθη ἡ βασιλεία ἁγίοις Ὑψίστου." Τοσαύτη συμφωνία τῶν εὐαγγελικῶν κηρυγμάτων καὶ τῶν προφητικῶν θεσπισμάτων. Ἑνὸς γὰρ Θεοῦ ταῦτα κἀκεῖνα τὰ λόγια. Περὶ τούτου τοῦ πυρὸς καὶ Ἡσαΐας ὁ προφήτης φησί· "Τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;" -Καὶ ἐν τῷ τέλει τῆς προφητείας φησίν· "Ὁ σκώληξ αὐτῶν οὐ τελευτή σει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται." Ταύ την καὶ ὁ θεῖος ∆αβὶδ θεσπίζων τὴν ἐπιφάνειαν ἔφη· "Θεὸς, θεῶν Κύριος, ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά." Καὶ ἐν ἑτέρῳ δὲ τῷ ψαλμῷ· "Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ· πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ." Καὶ πάλιν· "Ὅτι ἥκει κρῖναι τὴν γῆν, κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν εὐθύτητι." Καὶ διὰ Μαλαχίου τοῦ προφή του αὐτὸς ὁ τῶν ὅλων Θεός· "Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, ἵνα μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην." Καὶ ὁ θεῖος Ἀπόστολος τῷ μακα ρίῳ Τίτῳ γράφων, τῇ προτέρᾳ τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείᾳ καὶ τὴν δευτέραν συνέταξεν· "Ἐπεφάνη γὰρ, φησὶν, ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν, καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ 83.525 Χριστοῦ." Ἔδειξε δὲ διὰ τούτων καὶ τὴν προτέραν ἐπιφάνειαν διὰ τὴν δευτέραν γεγενημένην. Τούτου γὰρ ἕνεκα, φησὶν, ἐπεφάνη, ἵνα ἀσεβείας ἡμᾶς καὶ παρανομίας ἐλευθερώσας, καὶ πᾶσαν ἀρετὴν ἐκπαι δεύσας, μετὰ θυμηδίας τὴν δευτέραν ἐπιφάνειαν προσμένειν παρασκευάσῃ. Καὶ Θεσσαλονικέας δὲ θαυμάζει, ὅτι τῆς τῶν εἰδώλων πλάνης ἀπαλλαγέντες εἵλοντο δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀνα μένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης. Καὶ Ἑβραίοις δὲ γράφων, τήνδε τὴν παρουσίαν ἐμήνυσε προφητικῇ χρησάμε νος μαρτυρίᾳ. "Ἔτι γὰρ, φησὶν, ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ." Ταῦτα δὲ καὶ Φι λιππησίους ἐδίδαξεν· "Ἡμῶν γὰρ, ἔφη, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν." Ὡσαύτως δὲ καὶ Θεσσαλονικέας· "Αὐτὸς γὰρ, φησὶν, ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι," καὶ τὰ ἑξῆς. Ῥᾴδιον δὲ καὶ ἄλλας παραγαγεῖν μαρτυρίας, τὴν δευτέραν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν κηρυττούσας, ἀλλ' ἀποχρῶσι καὶ αὗται πεῖσαι καὶ τοὺς λίαν ἐριστικούς.