1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

61

ἀγαθὸς, ὁ δὲ ἀγαθὸς ὀνομαζόμενος δίκαιος. Καὶ γὰρ νόμους ἀκρι βεστέρους τέθεικε, καὶ τιμωρίας χαλεπωτέρας ἠπεί λησεν. Ἀλλὰ καὶ τὸ ταῦτα λέγειν, μανία σαφής. Ὁ γὰρ ἐν τοῖς Εὐαγγελίοις διαγορεύσας τοὺς ἐχθροὺς ἀγαπᾷν, καὶ ἐν τῷ παλαιῷ προσέταξε νόμῳ μὴ πε 83.508 ριιδεῖν τοῦ ἐχθροῦ τὸ κτῆνος πεπτωκὸς ὑπὸ τὸν γόμον, ἀλλ' ἐπαμύναι, καὶ μὴ μνησθῆναι τῆς δυσμενείας ἐν τῷ τῆς χρείας καιρῷ. Οὕτω πάλιν τοῦ ἐχθροῦ τὸν βοῦν πλανώμενον ἐπανάγειν κελεύει, καὶ ἀποδιδόναι τῷ κεκτημένῳ. Οὐ μόνον δὲ τὴν περὶ ἀνθρώπους ὁ παλαιὸς νόμος διδάσκει φιλανθρωπίαν, ἀλλ' ἤδη καὶ τῶν ἀλόγων ζώων οἶκτον ποιεῖσθαι προστάττει. "Οὐ φιμώσεις γὰρ, φησὶ, βοῦν ἀλοῶντα." Καὶ, "Οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὑτοῦ." Καὶ τοῖς ὀρνίθων τινῶν εὑρίσκουσι νεοττοὺς ἀπαγορεύει τοὺς ἐκείνων συνθηρεύειν τοκέας. Καὶ τὴν ἑβδόμην δὲ ἡμέραν ἀργεῖν παρηγγύησεν, ἵνα μὴ μόνον ὁ παῖς καὶ ἡ παιδίσκη διαναπαύσωνται, ἀλλὰ καὶ ὁ βοῦς καὶ τὸ ὑποζύγιον· τοσαύτην ποιεῖται καὶ τῶν ἀλόγων κηδεμονίαν. Ἔστι δὲ εὑρεῖν καὶ τοὺς περὶ τῶν προ σηλύτων γεγραμμένους νόμους, πάσης φιλανθρωπίας μεστούς. "Οὐ κακώσετε γὰρ, φησὶ, τὸν προσήλυτον, ὅτι προσήλυτοι ἦτε ἐν τῇ Αἰγύπτῳ." Καὶ ἀμῶντας δὲ προσέταξε τοὺς ἐκπίπτοντας στάχυας καταλιπεῖν τῷ προσηλύτῳ, καὶ τῷ ὀρφανῷ, καὶ τῇ χήρᾳ. Οὕτως καὶ τοὺς τρυγῶντας τὰς ἐκπιπτούσας ῥᾶγας, καὶ τοὺς διαλανθάνοντας βότρυς δὶς συλλέγειν ἀπ αγορεύει. Ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων κελεύει γίγνεσθαι καρπῶν. "Οὐκ ἐπανατρυγήσεις γὰρ, φησὶ, τὸν ἀμπελῶνά σου, οὐδὲ καλαμήσῃ τὴν ἐλαίαν σου, ἀλλ' ἔσται τῷ προσηλύτῳ, καὶ τῷ ὀρφανῷ, καὶ τῇ χήρᾳ, καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ τοῖς θη ρίοις τῆς γῆς." Καὶ μέντοι καὶ τὴν δορυάλωτον πλείστης ἀξιοῖ προμηθείας· οὐ γὰρ ἐκδίδωσιν εἰς ὕβριν τοῖς φιληδόνοις, ἀλλὰ πρῶτον ἐπιτραπῆναι κελεύει θρήνῳ τοὺς οἰκείους τιμῆσαι, εἶτα ἀποκεί ρασθαι, καὶ τηνικαῦτα συναφθῆναι. Εἰ δὲ καὶ δια κορὴς ὁ ∆εσπότης γένοιτο τῆς ἡδονῆς, οὔτε ἀποδίδο σθαι συγχωρεῖ, οὔτε δουλεύειν ἐᾷ, ἀλλ' ἐλευθέραν ἀφιέναι διαγορεύει, τὴν γεγενημένην κοινωνίαν ἀντὶ τῆς τιμῆς ὑπολογιζόμενον. Ποίαν τοίνυν τίσαντες τιμωρίαν ἀξίαν δώσουσι δίκην τῆς βλασφημίας, οἱ τὸν οὕτως ἀγαθὸν νομοθέτην οὐ μόνον οὐ δίκαιον, ἀλλὰ καὶ πονηρὸν ὀνομάσαι τετολμηκότες. ΙΖʹ. -Ὅτι ὁ αὐτὸς καὶ τὴν Παλαιὰν καὶ τὴν Καινὴν δέδωκε ∆ιαθήκην. Ἡμεῖς δὲ ἕνα ἴσμεν καὶ Παλαιᾶς καὶ Καινῆς ∆ια θήκης δοτῆρα, καὶ τοῦτο αὐτὸ διὰ Ἱερεμίου τοῦ προφήτου διδάσκει σαφῶς. "∆ιαθήσομαι γὰρ, φησὶ, τῷ οἴκῳ Ἰσραὴλ, καὶ τῷ Ἰούδα, διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐ τῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ἀλλὰ δια θήσομαι αὐτοῖς διαθήκην καινὴν, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτούς." Σαφῶς διὰ τῶν εἰρημένων ἐδίδαξεν, ὡς ὁ τὴν παλαιὰν δεδωκὼς, καὶ τὴν καινὴν παρέξει. ∆ια θήσομαι γὰρ, ἔφη, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην. Καὶ διὰ Ἡσαΐου προφήτου ἔφη· "Καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰώνιον, τὰ ὅσια ∆αβὶδ τὰ πιστά." Καὶ ∆αβὶδ ὡσαύτως ὁ προφήτης βοᾷ· "Ἀνάστηθι, 83.509 Κύριε, μὴ κραταιούσθω ἄνθρωπος· κριθήτωσαν ἔθνη ἐνώπιόν σου· κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐ τούς." Εἰ δὲ ἀπιστοῦσι ταῖς προφητείαις, ἀκουσάτω σαν τοῦ νομοθετοῦντος, καὶ τοὺς παλαιοὺς οὐκ ἀνατρέ ποντος, ἀλλ' ἐπισφίγγοντος νόμους. Ἀνατρέποντος γὰρ ἦν εἰπεῖν, Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν· Μοίχευσον· καὶ ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, Φόνευσον. Τοῦτο γὰρ οἱ συγγενεῖς Μαρκίωνος. Ἀντιτάκται ποιοῦσιν. Ὁ δὲ Κύριος δι' ὧν νομοθετεῖ διαῤῥήδην διδάσκει, ὡς οὐκ ἀνατρέπει τὰ παλαιὰ, ἀλλ'