1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

51

δοκοῦσι τερπνοῖς, ἀλλὰ καὶ ἐπὶ τοῖς νομιζομένοις ἀνιαροῖς. Ἀλλ' οὔπω περὶ τούτου διαληπτέον· τὴν γὰρ τῆς συντάξεως ἁρμονίαν προσήκει φυλάξαι τὸν λόγον. Φαμὲν τοίνυν, ἀπὸ μὲν τῶν τεσσάρων στοιχείων διαπλασθῆναι τὸ σῶμα. Ἔχει γὰρ ἀπὸ μὲν τοῦ πυρὸς τὴν θερμότητα, ἀπὸ δὲ τοῦ ἀέρος τὴν ψυχρότητα, τὴν ξηρότητα δὲ ἀπὸ τῆς γῆς, καὶ ἐκ τοῦ ὕδατος τὴν ὑγρότητα. Τὴν δὲ ψυχὴν, ἁπλῆν εἶναί φαμεν καὶ λογικὴν καὶ ἀθάνατον, οὐ μὴν προϋπάρχειν τοῦ σώματος. Πυθαγόρας, μὲν γὰρ καὶ Πλάτων, καὶ Πλωτῖνος, καὶ οἱ τῆς ἐκεί νου συμμορίας, ἀθανάτους εἶναι συνομολογήσαντες τὰς ψυχὰς, προϋπάρχειν ταύτας ἔφασαν τῶν σωμά των, καὶ δῆμον εἶναί τινα ψυχῶν ἀναρίθμων, καὶ τὰς πλημμελούσας εἰς σώματα καταπέμπεσθαι, ὥστε τῇ τοιᾷδε καθαρθείσας παιδείᾳ, πάλιν ἐπανελθεῖν εἰς τὸν ἴδιον χῶρον· τὰς δὲ κἀν τοῖς σώμασι παράνομον βίον ἀσπασαμένας, εἰς τὰ ἄλογα καταπέμπεσθαι ζῶα· τοὺς μὲν πικροὺς καὶ ἰοβόλους, εἰς ἑρπετὰ, τοὺς δὲ ἁρπακτικοὺς εἰς λύκους, τοὺς δὲ θρασεῖς εἰς λέον τας, εἰς ἀλώπεκας δὲ τοὺς δολερούς· καὶ τοιούτους ληρώδεις τινὰς ἀνέπλασαν μύθους. Τοὺς δὲ Περιπα τητικούς φασι καὶ τὴν ἀθανασίαν τῶν ψυχῶν ἀφαι ρεῖσθαι τῷ λόγῳ. Οἱ δὲ σοφώτατοι τῶν ἰατρῶν, τὴν τοῦ σώματος εὐκρασίαν ψυχὴν προσηγόρευσαν, ἐκ τῶν συμβαινόντων τῷ σώματι παθημάτων, ἐπιλη ψίας, φημὶ, καὶ ἀποπληξίας, καὶ φρενίτιδος, ταύτην εἰληφότες τὴν δόξαν. Ἐπειδὴ γὰρ τῶνδε τῶν παθη μάτων ἕκαστον λωβᾶται τῷ λογικῷ, καὶ φροῦδον τοῦτο ποιεῖ, ὑπέλαβον τοῦ σώματος τὴν εὐκρασίαν εἶναι ψυχήν. Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς καὶ ὁ λυρ ωδὸς, τῆς λύρας οὐκ εὖ ἠσκημένης, τὴν οἰκείαν οὐκ ἐπιδείκνυσιν ἐπιστήμην. Ὑπερταθεῖσαι γὰρ αἱ χορ 83.481 δαὶ, καὶ μέντοι καὶ χαλαραὶ γινόμεναι, τὴν ἁρμονίαν λυμαίνονται. Εἰ δὲ καὶ διατμηθῶσί τινες, ἀργὸν παν τελῶς τὸν μουσικὸν ἀποφαίνουσι. Τοῦτο καὶ ἐπὶ αὐ λῶν ἔστιν ἰδεῖν, καὶ ἐπὶ ἄλλων ὀργάνων. Οὕτως σκά φος διάβροχον, ἢ παρὰ τὸν λόγον κατεσκευασμένον τῆς τέχνης, πημαίνει τοῦ κυβερνήτου τὴν τέχνην. Καὶ ἵπποι χωλεύοντες, ἢ φύσει βραδεῖς, καὶ μέντοι τῶν ἁρμάτων τὰ πάθη, τοῖς ἡνιόχοις λυμαίνεται. Οὕτω δῆτα καὶ τὴν ψυχὴν ἔνια τῶν σωματικῶν πα θημάτων οὐκ ἐᾷ δεῖξαι τοῦ λογικοῦ τὴν ἐνέργειαν. Ἀλλὰ ἐν μὲν τῇ γλώττῃ γενομένου τοῦ πάθους, ὁ λόγος ἐπέχεται· ἐν δὲ τοῖς ὀφθαλμοῖς τῆς ὀπτικῆς ἐνεργείας ἡ δύναμις οὐκέτι διὰ τοῦ μορίου χωρεῖ. Εἰ δὲ τῇ μήνιγγι προσπέσοι τὸ νόσημα, σίνεται μὲν τὸν ἐγκέφαλον ἡ τῶν ἀτμῶν καὶ τῶν χυμῶν μοχθη ρία, ὑπὸ δὲ τούτων περικλυζόμενος, οὐ δέχεται τῆς ψυχῆς τὴν ἐνέργειαν, ἀλλ' ἔοικεν ὑποβρυχίῳ τινὶ γε νομένῳ, καὶ ὡς ἔτυχε καὶ χεῖρας κινοῦντι καὶ πό δας, καὶ τὰ ἄλλα τοῦ σώματος μόρια. Οὐ τοίνυν οὐσία τῆς ψυχῆς, ἡ τοῦ σώματος εὐκρασία, ἀλλ' ἐν τῇ τοῦ σώματος εὐκρασίᾳ τῆς ψυχῆς ἡ οὐσία δείκνυσι τὴν οἰκείαν σοφίαν. Οὗτοι μὲν οὖν εἰς ταύτην τὴν ἀλογίαν ἐξέπεσον. Οἱ δὲ δυσσεβεῖς αἱρετικοὶ, Καρπο κράτης, καὶ Ἐπιφάνης, καὶ Πρόδικος, καὶ Καϊανοὶ, καὶ Ἀντιτάκται, καὶ Εὐτυχῖται, πολὺ τούτων ἀνοσιώτερον ἐκτήσαντο φλήναφον· ἔφασαν γὰρ εἰς σώματα καταπέμπεσθαι τὰς ψυχὰς, ὥστε πᾶσαν ἐν τούτοις ἀκολασίαν καὶ παρανομίαν ἐργασαμένας, τοὺς κοσμοποιοὺς ἀγγέλους θεραπεῦσαι τοῖς τῆς ἀσεβείας ἐπιτηδεύμασιν. Ἡ δὲ Ἐκκλησία, τοῖς θείοις πειθομένη λόγοις, τὸν μὲν τούτων διαφερόντως μυσάττεται λόγον, ἀποστρέφεται δὲ καὶ τῶν ἄλλων τοὺς μύθους· τῇ δὲ θείᾳ πειθομένη Γραφῇ λέγει, τὴν ψυχὴν συνδη μιουργεῖσθαι τῷ σώματι, οὐκ ἐκ τῆς ὕλης τοῦ σπέρ ματος ἔχουσαν τῆς δημιουργίας τὰς ἀφορμὰς, ἀλλὰ τῇ βουλήσει τοῦ ποιητοῦ μετὰ τὴν τοῦ σώματος συνισταμένην διάπλασιν. Καὶ γὰρ ὁ θειότατος Μωϋ σῆς πρότερον ἔφησε τοῦ Ἀδὰμ διαπλασθῆναι τὸ σῶμα, εἶθ' οὕτως ἐμφυσῆσαι τὸν Θεὸν τὴν ψυχήν. "Ἔλαβε γὰρ ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρω πον, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ