1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

29

Γʹ. -Περὶ Εὐνομίου καὶ Ἀετίου. Τότε τὸν πανεύφημον Ἐλεύσιον ἐξαγαγὼν τῆς Κυ ζίκου, τὸν Εὐνόμιον, ἐχειροτόνησεν ἀντ' ἐκείνου. Ὁ δὲ Εὐνόμιος ηὔχει Ἀέτιον τὸν Σύρον διδάσκαλον, οὗ τὸν τρισάθλιον βίον, καὶ ἃ μετῆλθεν ἐπιτη δεύματα, καὶ Γρηγόριος ὁ Νύσσης καὶ Θεόδω ρος ὁ Μοψουεστίας, ἐν οἷς κατ' Εὐνομίου συν έγραψαν, ἐδίδαξαν ἀκριβῶς. Οὗτος τὰς Ἀρείου προφανῶς ηὔξησε βλασφημίας. Οὗ δὴ χάριν αὐτὸν ὁ Κωνστάντιος εἰς ἐσχατιάν τινα τῆς Φρυγίας ἐξώ ρισε· καὶ ταῦτα οὕτω πως ἐκτραπεὶς τῆς ὁδοῦ τῆς εὐθείας, καὶ εἰς ἑτέραν ἀποκλίνας ὁδόν. Μετὰ γὰρ δὴ τὴν τοῦ πατρὸς τελευτὴν, ὑπαχθείς τισι τὴν θερα πείαν τοῦ σώματος πεπιστευμένοις, νόμον τέθεικεν ἀπαγορεύοντα μήτε ὁμοούσιον, μήτε μὴν ἑτεροούσιον τολμᾷν τινα λέγειν τὸν Υἱὸν τοῦ Θεοῦ· οὐ γὰρ ὅσιον ἔλεγε τοῦ Θεοῦ τὴν οὐσίαν ἐρευνᾷν· ὅμοιον δὲ κατὰ πάντα τῷ γεγεννηκότι λέγειν ἐκέλευσε. ∆ιά τοι τοῦτο καὶ τὸν Ἀέτιον, φάναι πρῶτον τολμήσαντα ἀν όμοιον εἶναι τὸν Υἱὸν κατὰ πάντα τῷ τοῦτον γε γεννηκότι Θεῷ, ἐξέπεμψεν εἰς τὴν προειρημένην ἐσχατιάν. Ταῦτ' εἰδὼς ὁ Εὐδόξιος, ἔπεισε τὸν Εὐνόμιον μὴ γυμνῶσαι τὸ σφέτερον φρόνημα, ἀλλὰ τέως ἐν παραβύστῳ κατέχειν, καὶ ἐν σκότῳ τρέφειν οἷόν τι λαθρίδιον κύημα, ἄχρις ἂν τὴν παρὰ τοῦ και ροῦ λάβωσιν ἐξουσίαν. Τούτοις εἴξας ὁ Εὐνόμιος, συνεσκιασμένην τοῖς πολλοῖς ἐν Κυζίκῳ διδασκαλίαν προσέφερεν. Ὠδίνων δὲ τεκεῖν τὴν ἀσέβειαν, παρ εδήλου ταύτην διαλεγόμενος, καὶ τῶν ἀκουόντων ἐτί τρωσκε τὰς ψυχάς. Τότε τινὲς, ζήλῳ πυρπολούμενοι θείῳ, κρύπτουσι μὲν τὸν ζῆλον, τὸ δὲ τῆς αἱρέσεως ὑποδύονται πρόσωπον, καὶ τὸ τοῦ Εὐνομίου κατειλη φότες δωμάτιον, ἠντιβόλουν σαφῶς διδάξαι τοῦ δό γματος τὴν ἀλήθειαν. Ὑπαχθεὶς δὲ ἐκεῖνος, καὶ το πάσας εἶναι ὁμόφρονας, ἤμεσε τὸν ἰὸν, ὃν τέως κατ έκρυπτεν. Οἱ δὲ πάλιν σπουδαιότερον ἐλιπάρησαν ταύτην αὐτὸν παντὶ τῷ λαῷ τὴν διδασκαλίαν προσ ενεγκεῖν, καὶ τῆς βασιλέως θεραπείας προτιμῆσαι τὸ ποίμνιον μαθεῖν τὴν ἀλήθειαν ὀριγνώμενον. Οὕτω πάλιν ἐξαπατηθεὶς ὁ Εὐνόμιος, δημοσιεύει τὴν βλασ φημίαν. Οἱ δὲ παραυτίκα τῶν ὁμοπίστων παρειλη φότες πολλοὺς, εἰς τὸ στρατόπεδον ἔδραμον, καὶ τὸν Εὐδόξιον ἐδίδαξαν τὴν τολμηθεῖσαν ἀσέβειαν. Ὁ δὲ Εὐδόξιος ἤλγησε μὲν μαθὼν τὸν Εὐνόμιον παραβε βηκέναι τὰς συγκειμένας συνθήκας· τοῖς δὲ κατηγό 83.420 ροις ὑπισχνεῖτο μὲν φροντίσειν, ἠμέλει δὲ παντελῶς ἀσχολίας σκηπτόμενος. Οἱ δὲ Εὐνομίου κατήγοροι τὸν Εὐδοξίου κατειληφότες σκοπὸν, τῷ βασιλεῖ τὰς Εὐνο μίου βλασφημίας ἐμήνυσαν. Ὁ δὲ βασιλεὺς, τὸ μὲν πρῶτον ἐκέλευσε τῷ Εὐδοξίῳ τὸν Εὐνόμιον ἀγαγεῖν, καὶ τὴν γεγενημένην βασανίσαι κατηγορίαν. Ἐπειδὴ δὲ ἀναβαλλόμενον ἔγνω (συνεχῶς γὰρ προσῄεσαν οἱ κατήγοροι), ἀμφοτέρους ἠπείλησε πέμψειν εἰς ἢν Ἀέτιος διῆγεν ἐσχατιάν. ∆είσας τοίνυν ὁ Εὐδόξιος, ἤγαγε τὸν Εὐνόμιον· καὶ πρῶτον μὲν αὐτὸν ἀνέμνησε τῶν ὑπ' αὐτοῦ γεγενημένων ὑποθηκῶν, ἔπειτα δὲ προφανῶς ἐλεγχθέντα καθεῖλε, καίτοι τὴν αὐτὴν καὶ αὐτὸς περικείμενος νόσον· τὰς γὰρ βασιλικὰς ἔδεισεν ἀπειλάς. Ὁ δέ γε Εὐνόμιος, εὐθὺς προστά την αἱρέσεως ἑαυτὸν ἀνηγόρευσε, καὶ ταῦτα ἐσχα τιάν τινα τῆς Παμφυλίας ἠναγκασμένος οἰκεῖν. Ἐν τεῦθεν ἡ τῶν Εὐνομιανῶν ἐφάνη συμμορία. Οὗτος τὴν θεολογίαν τεχνολογίαν ἀπέφηνε, καὶ προ φανῶς τὰς κατὰ τοῦ Μονογενοῦς καὶ τοῦ παναγίου Πνεύματος ἠρεύξατο βλασφημίας. Καὶ τὸν μὲν Υἱὸν πρῶτον κτίσμα τοῦ Πατρὸς καὶ ἐξαίρετον ἔφησεν εἶναι· τὸ δὲ πανάγιον Πνεῦμα πρὸ τῶν ἄλλων παρὰ τοῦ Υἱοῦ δημιουργηθῆναι ποιημάτων. Αὐ τὸς καὶ τοῦ ἁγίου βαπτίσματος ἀνέτρεψε τὸν ἀνέκαθεν παρὰ τοῦ Κυρίου καὶ ἀποστόλων παραδο θέντα θεσμὸν, καὶ ἄντικρυς ἀντενομοθέτησε, μὴ χρῆναι λέγων τρὶς καταδύειν τὸν βαπτιζόμενον, μηδὲ ποιεῖσθαι τὴν τῆς Τριάδος ἐπίκλησιν· ἀλλ' ἅπαξ βα πτίζειν εἰς τὸν θάνατον τοῦ Χριστοῦ. Καὶ