1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

63

δὲ αὐτὸ φῶς. "Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐν εδύσασθε." Καί· "Ὅσοι εἰς Χριστὸν ἐβαπτί σθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν· ἵνα ὥσπερ ἠγέρθη Χριστὸς διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ γὰρ σύμφυτοι γεγό ναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα." Ταῦτα φρονεῖν ἡμᾶς περὶ τοῦ παναγίου βαπτίσματος ἐδίδαξεν ὁ θεῖος Ἀπό στολος, ὅτι συνθαπτόμενοι τῷ Χριστῷ, τῆς ἀναστά σεως κοινωνήσομεν. Ἀλλὰ γὰρ μυστικωτέρων δεῖ λόγων ἐνταῦθα· ἄλλως τε δέκα καὶ δύο λόγους συγ γράψαντες μυστικοὺς, εἰς ἐκεῖνα τοὺς φιλομαθεῖς ἀναπέμψομεν, ἡμεῖς δὲ τῶν λειπομένων κεφαλαίων ποιησόμεθα τὴν ἐξέτασιν. ΙΘʹ. -Περὶ ἀναστάσεως. Οὕτω τελοῦντες τὸ μυστήριον τοῦ βαπτίσματος, τὴν περὶ τῆς ἀναστάσεως ἐλπίδα δεχόμεθα, ἀνάστασιν δὲ σω μάτων περιμένομεν. Τοῦτο γὰρ καὶ ἡ προσηγορία δη λοῖ. Ἀνάστασις γὰρ ἡ ἄνωθεν στάσις. Τὸ σῶμα δέ ἐστι τὸ φθειρόμενον καὶ διαλυόμενον, καὶ εἰς χοῦν μεταβαλ λόμενον. "Ἐξελεύσεται γὰρ, φησὶ, τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὸν χοῦν αὑτοῦ." Καὶ πάλιν· "Ἀντ ανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσιν καὶ εἰς τὸν χοῦν αὑτῶν ἐπιστρέψουσι." Καὶ αὐτὸς δὲ ὁ Ποιητὴς πρὸς τὸν Ἀδὰμ ἔφη, ὅτι "Γῆ εἶ, καὶ εἰς γῆν ἀπ ελεύσῃ." Τούτου τοίνυν ἡ ἄνωθεν σύστασις, εἰκότως καλεῖται ἀνάστασις. Τῆς γὰρ δὴ ἀθανάτου ψυχῆς οὐκ ἀνάστασις, ἀλλ' ἐπάνοδος γίγνεται πρὸς τὸ σῶμα. 83.513 Μαρκίων δὲ, καὶ Κέρδων, καὶ ὁ Μάνης, καὶ ὅσοι τῶν σωμάτων οὐκ ἐδέξαντο τὴν ἀνάστασιν, ὡς ἀδύνατον παντελῶς τόνδε τὸν βίον ἐξέβαλον. Ὥσπερ γὰρ ᾠήθησαν ὕλης δίχα μὴ δύνασθαι δημιουργεῖν τὸν Θεὸν, οὕτως αὐτὸν ἐνόμισαν ἥκιστα δύνασθαι τὸ καθάπαξ διαλυθὲν, καὶ εἰς κόνιν ὀλίγην μεταβληθὲν, καὶ τῷ χρόνῳ δαπανηθὲν, εἰς τὴν προτέραν ἐπαν αγαγεῖν αὖθις ἰδέαν. Καὶ μὴν καὶ αὐτοί φασι μίαν βῶλον ἐκ τῆς γῆς τὸν Θεὸν εἰληφότα διαπλᾶσαι τὸν ἄνθρωπον. Καὶ ἐχρῆν συνιδεῖν, ὅτι καθάπερ τότε τὴν βῶλον ἐκείνην ῥᾷστα εἰς σῶμα μετέβαλεν ὁ τῶν ὅλων Θεὸς, καὶ πολλὰ καὶ διάφορα πεποίηκε μόρια, οὕτως αὐτῷ ῥᾴδιον ἐκ τῶν ὀλίγων τούτων λειψάνων τὴν οὐσίαν κατασκευάσαι τοῦ σώματος. Τοῦτο γὰρ δὴ καὶ νῦν κατὰ παλαιὰν δημιουργίαν ὁρῶμεν ἐν τῇ μήτρᾳ γιγνόμενον. Ἐκ γὰρ τῆς ὀλίγης ὕλης τοῦ σπέρματος, καὶ ὀστᾶ φύεται, καὶ ὑμένες, καὶ νεῦ ρα, καὶ φλέβες, καὶ ἀρτηρίαι, καὶ δέρμα, καὶ πιμε λὴ, καὶ σάρκες, καὶ τἄλλα πάντα ἐξ ὧν τὸ σῶμα συνέστηκε. Κατὰ γὰρ δὴ τὸν θεῖον ὅρον ἡ φύσις ὁδεύει, καὶ οἷόν τις ἀγαλματοποιὸς, τὸ ἔμψυχον ἄγαλμα διαπλάττει, καὶ οὔτε ἡ τῆς ὕλης σμικρότης, οὔτε ἡ τοῦ χωρίου στενότης, οὔτε ὁ περικείμενος ζόφος τὴν δημιουργίαν περιέχει. Ἀνοίας τοίνυν ἐσχάτης τὸ τοῖς ὁρωμένοις διαπιστεῖν, καὶ μάλιστα ὑπισχνουμένου Θεοῦ. Αὐτὸς γὰρ εἴρηκεν ὁ Χριστὸς, ὅτι "Ἀκούσονται οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦ λα πράξαντες, εἰς ἀνάστασιν κρίσεως." Ἐν δὲ τοῖς μνημείοις οὐ τὰς ψυχὰς διάγειν εἴποι τις ἂν εὖ φρο νῶν· τὰ σώματα γὰρ ἐν τούτοις κατάκεινται. Καὶ τοῖς Σαδδουκαίοις δὲ οὐ προσιεμένοις τὸν περὶ τῆς ἀναστάσεως λόγον ἐπιτιμῶν ὁ Κύριος, ἔφη ταῦτα· "Περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀν έγνωτε τὸ ῥηθὲν ὑπὸ τοῦ Θεοῦ, λέγοντος, Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ; Καὶ ἐπήγαγεν· Οὐκ ἔστιν ὁ Θεὸς, Θεὸς νε κρῶν, ἀλλὰ ζώντων." Καὶ τῇ Μάρθᾳ δὲ ἔφη· "Ἀνα στήσεται ὁ ἀδελφός σου." Ἐκείνη δὲ ἐκ τῆς Πα λαιᾶς τοῦτο δεδιδαγμένη Γραφῆς, ἀπεκρίνατο· "Οἶδα ὅτι ἀναστήσεται ὁ ἀδελφός μου ἐν τῇ ἀναστάσει, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ." Εἶτα ὑπολαβὼν ὁ Κύριος, εἶπεν· "Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πι στεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ