1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

72

εὐλογίαν ἐδέξατο. Καὶ πολλοῖς 83.537 δὲ ὕστερον χρόνοις, τοῦ κατακλυσμοῦ τὴν πανωλε θρίαν ἐπαγαγὼν, οὐκ ἄνδρας μόνους, ἀλλὰ καὶ γυ ναῖκας ἰσαρίθμους τοῖς ἀνδράσιν εἰσελθεῖν εἰς τὴν κιβωτὸν παρηγγύησε, καὶ μετὰ τὴν παῦλαν τῆς τιμωρίας, τὴν προτέραν εὐλογίαν ἀνενεώσατο. Καὶ τούτοις γὰρ εἶπεν· "Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν." Καὶ Ἀβραὰμ δὲ τὸν πατριάρχην ἐκ τῆς πατρῴας ἐξαγαγὼν γῆς, ἐκέλευσεν ἰδεῖν τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ὑπέσχετο τούτων ἰσαρίθμους ἀποφῆναι τοὺς ἀνθρώ πους· "Ποιήσω γὰρ, ἔφη, τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης." Εἰ δὲ πονηρὸς ἦν ὁ γάμος, οὐκ ἂν τοῦτον ἐξ ἀρχῆς ἐνομο θέτησεν ὁ ∆εσπότης Θεὸς, οὐκ ἂν εὐλογίαν τὴν παι δογονίαν ἐκάλεσε. ∆ιὰ γὰρ δὴ τοῦτο καὶ πλείους ἔχειν γυναῖκας τοὺς παλαιοὺς οὐκ ἐκώλυσεν, ἵνα αὐξηθῇ τῶν ἀνθρώπων τὸ γένος. Ταύτης ἕνεκα τῆς αἰτίας, καὶ οἱ θεοφιλεῖς ἄνδρες, καὶ δυσὶ, καὶ τρισὶ, καὶ πλείοσι συνήπτοντο γυναιξὶ, πλειόνων γενέσθαι πα τέρες παίδων ἐπιθυμοῦντες. Ὅτι γὰρ οὐχ ἡδυπαθείᾳ δουλεύοντες τῆς τῶν πλειόνων γυναικῶν ὁμιλίας ἠνεί χοντο, μαρτυρεῖ μὲν Ἀβραὰμ ὁ πατριάρχης μετὰ τὰς πολλὰς τῆς Σάῤῥας παρακλήσεις τῇ Ἄγαρ ὡμι ληκὼς, εἶτα μετὰ τὸν τόκον οὐκ ἔτι ταύτῃ πελάσας. Μαρτυρεῖ δὲ καὶ ὁ πάνσοφος Ἰακὼβ, ὁ παρὰ γνώμην μὲν τὴν Λείαν λαβὼν, διὰ δὲ τὴν τῶν ὁμοζύγων ζη λοτυπίαν, τῆς τῶν παιδισκῶν ἀνασχόμενος κοινωνίας. Κἀκεῖναι δὲ, οὐχ ἡδονῇ δουλεύουσαι, ἀλλὰ πλειόνων παίδων ἐπιθυμοῦσαι γενέσθαι μητέρες, τὴν ἔριν πρὸς ἀλλήλας ἐσχήκασιν. Τοὺς μὲν οὖν τροφίμους τῆς πίστεως καὶ ἡ Παλαιὰ διδάσκει Γραφὴ τοῦ γάμου τὸν σκοπόν. Οἱ δὲ τοὺς παλαιοὺς οὐ δεχόμενοι νόμους, ἐκ τῆς Καινῆς διδασκέσθωσαν τὰ ὅμοια. Πάντως γὰρ κἀνταῦθα τῶν ἐπαινουμένων ὁ γάμος. Τῶν γὰρ ἀποστόλων ὁ πρῶτος ἐκ τῆς τῶν γεγαμηκότων ἐκλήθη συμμορίας. Καὶ μάρτυρες οἱ εὐαγγελισταὶ, διαῤῥή δην διδάσκοντες ὡς τὴν τούτου πενθερὰν πυρέττου σαν ὁ ∆εσπότης ἰάσατο. Αὐτὸς δὲ ὁ Κύριος, οὐ μόνον οὐκ ἀπηγόρευσε γάμον, ἀλλὰ καὶ εἱστιάθη ἐν γάμῳ, καὶ τὸν ἀγεώργητον οἶνον δῶρον τῷ γάμῳ προσ ήνεγκεν. Οὕτω δὲ τοῦ γάμου τὸν νόμον ἐκράτυνεν, ὅτι καὶ τὸν διαλῦσαι τὸν γάμον δίχα πορνείας βου λόμενον ἑτέρῳ νόμῳ κωλύει. "Πᾶς γὰρ, φησὶν, ὁ ἀπολύων τὴν γυναῖκα αὑτοῦ παρεκτὸς λόγου πορνείας ποιεῖ αὐτὴν μοιχᾶσθαι." Εἶτα τῶν Φαρι σαίων εἰρηκότων τὸν παλαιὸν προστεταχέναι νόμον δοῦναι βιβλίον ἀποστασίου, ἡρμήνευσεν αὐτοῖς τὸν τοῦ νόμου σκοπόν· ἔφη γάρ· "Πρὸς τὴν σκληροκαρ δίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός." - "Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολλη θήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται 83.540 οἱ δύο εἰς σάρκα μίαν." Οὕτω πρῶτον τὸν νόμον ἀναγνοὺς ὃν αὐτὸς ἐδεδώκει, ἐπήγαγεν· "Ὥστε οὐκ έτι εἰσὶ δύο. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω." Ταῦτα δὲ πάντα τοῦ γάμου τὸ ἔννομον δείκνυσι. Καὶ ὁ μέγας δὲ Πέτρος τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν συνημμένους μὲν οὐ διέστησε, κε κλοφότας δὲ θερμῶς ἄγαν διήλεγξε. Τὸ μὲν γὰρ ἔννομον ἦν, τὸ δὲ λίαν παράνομον. Ὁ δὲ θεῖος ἀπόστολος Παῦλος, τῷ Φιλήμονι καὶ τῇ Ἀπφίᾳ, νόμῳ γάμου συνεζευγμένοις, ἔγραψε τελείαν ἐπι στολήν. Κορινθίοις δὲ μαθεῖν θελήσασιν, εἰ δεῖ τοὺς τῷ Κυρίῳ πεπιστευκότας προτιμῆσαι τὴν ἁγνείαν τοῦ γάμου, ταῦτα δεδήλωκε· "Περὶ δὲ ὧν ἐγρά ψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυ ναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω." Οὕτω ταῦτα νομοθετήσας, τὴν περὶ ἀλλήλους εὔνοιαν βεβαίαν ἔχειν παρεγγυᾷ· "Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί." Ἐπειδὴ δὲ εἰκὸς ἦν, ἢ τὸν ἄνδρα, ἢ τὴν γυναῖκα, τῆς συναφείας τὴν ἐγκράτειαν προτιμῆσαι, τούτου δὲ