1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

14

ἐχθροῦ βοῦν ἐπανάγειν, καὶ τὸ πεπτωκὸς κτῆνος συνανιστά ναι, καὶ μὴ περιορᾷν τὸν ἐχθρὸν βοηθείας δεόμενον· καὶ ὡς ὁ παρ' αὐτοῦ μόνος καλούμενος ἀγαθὸς, τῷ μωρὸν καλοῦντι τὸν ἀδελφὸν ἠπείλησε γέενναν· καὶ δεικνὺς ἑαυτὸν δίκαιον εἶπεν· "Ὧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν." Ἀλλὰ τὸ ταῦτα διελέγ χειν οὐ τοῦ παρόντος καιροῦ· ἄλλως τε καὶ τοῖς τὰς θείας ἀνεγνωκόσι Γραφὰς εὐφώρατος ἄγαν ἡ βλασ φημία. Ὁ δὲ Μαρκίων ὁ Ποντικὸς, ταῦτα παρὰ Κέρδωνος παιδευθεὶς, οὐκ ἔστερξε τὴν παραδοθεῖσαν διδασκαλίαν, ἀλλ' ηὔξησε τὴν ἀσέβειαν. Τέτταρας γὰρ ἀγεννήτους οὐσίας τῷ λόγῳ διέπλασε· καὶ τὸν μὲν ἐκάλεσεν ἀγαθόν τε καὶ ἄγνωστον, ὃν καὶ πατέρα προσηγόρευσε τοῦ Κυρίου· τὸν δὲ δημιουργόν τε καὶ δίκαιον, ὃν καὶ πονηρὸν ὠνόμαζε· καὶ πρὸς τούτοις τὴν ὕλην, κακήν τε οὖσαν, καὶ ὑπ' ἄλλῳ κακῷ τελοῦ σαν. Τὸν δὲ δημιουργὸν περιγενόμενον τοῦ κακοῦ, τὴν ὕλην λαβεῖν τε καὶ ἐκ ταύτης δημιουργῆσαι τὰ σύμπαντα· ἐκ μὲν τοῦ καθαρωτάτου, τὸν οὐρανὸν, ἐκ δὲ τοῦ λοιποῦ, τὰ στοιχεῖα τὰ τέτταρα, ἐκ δὲ τῆς ὑποστάθμης, τὸν ᾅδην καὶ τὸν τάρταρον. Πάλιν δὲ τῆς γῆς τὸ καθαρώτατον διηθήσας, κατεσκεύασε, φησὶ, τὸν παράδεισον· ἐκ δὲ τούτου βῶλον μίαν λα βὼν, ἔπλασε τὸν Ἀδὰμ, ἐκ τῆς οἰκείας οὐσίας δεδω κὼς αὐτῷ τὴν ψυχήν. Ἐντεῦθεν, φησὶν, ἡ διαμάχη τῆς ψυχῆς ἐστι καὶ τοῦ σώματος, τοῦ μὲν σώματος πρὸς τὴν ὕλην ἐκείνην κατασύραι ταύτην φιλονει κοῦντος, τῆς δὲ ψυχῆς ἀνελκύσαι πρὸς τὸν ∆ημιουρ γὸν πειρωμένης τὸ σῶμα. Οὗτοι καὶ τὸν ὄφιν ἀγα θώτερον εἶναι τοῦ ∆ημιουργοῦ λέγειν τολμῶσιν. Ὁ μὲν γὰρ τοῦ τῆς γνώσεως φυτοῦ μεταλαβεῖν διεκώ λυσεν, ὁ δὲ μάλα προέτρεψε. Καὶ οὐ συνεῖδον οἱ δυσσεβεῖς, ὡς ἡ τοῦ ὄφεως συμβουλὴ τὸν θάνατον ἀπεκύησεν. Αὐτίκα τοίνυν τινὲς αὐτῶν καὶ τιμῶσι 83.376 τὸν ὄφιν. Καὶ εὗρον ἔγωγε παρ' αὐτοῖς ὄφιν χαλκοῦν ἔν τινι κιβωτίῳ μετὰ τῶν μυσαρῶν αὐτῶν ἐγκείμε νον μυστηρίων. Οὐ μόνον δὲ τὸν Ποιητὴν βλασφημοῦ σιν, ἀλλὰ καὶ τοὺς πατριάρχας καὶ τοὺς προφήτας παρανόμους ἀποκαλοῦσιν, ἵνα τὸν ∆ημιουργὸν ἀπο δείξωσι πονηρῶν ἐραστήν. Οὗτος ἐκ μὲν τῶν Εὐαγ γελίων τὸ κατὰ Λουκᾶν ἐδέξατο μόνον, καὶ τὴν γε νεαλογίαν περικόψας τὰ πλεῖστα· τὸν δὲ νόμον, καὶ τοὺς προφήτας, καὶ τὴν Παλαιὰν πᾶσαν ἐκβέ βληκεν, ὡς ὑπ' ἀλλοτρίου δεδομένην Θεοῦ. Κατελη λυθέναι δὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λέγει, ἵνα τῆς τοῦ ∆ημιουργοῦ δουλείας τοὺς εἰς αὐτὸν πεπιστευκότας ἐλευθερώσῃ· δόξαι δὲ εἶναι ἄνθρωπον, οὐδὲν ἀνθρώπινον ἔχοντα, καὶ δόξαι παθεῖν οὐδαμῶς πεπονθότα. Ἐκβέβληκε δὲ καὶ τὴν τῶν σωμά των ἀνάστασιν, ἀδύνατον γενέσθαι ταύτην ὑπολαμβά νων. Οὗτος τὸν μὲν Κάϊν, καὶ τοὺς Σοδομίτας, καὶ τοὺς ἄλλους δυσσεβεῖς ἅπαντας σωτηρίας ἔφησεν ἀπολελαυκέναι, προσεληλυθότας ἐν τῷ ᾅδῃ τῷ Σωτῆρι Χριστῷ, καὶ εἰς τὴν βασιλείαν ἀναληφθῆναι· τὸν δὲ Ἄβελ, καὶ τὸν Ἐνὼχ, καὶ τὸν Νῶε, καὶ τοὺς πατριάρχας τε καὶ τοὺς λοιποὺς προφήτας, καὶ τοὺς δικαίους, οὐ μεταλαχεῖν τῆς ἐκείνοις δεδομένης ἐλευθερίας, προσδραμεῖν αὐτῷ μὴ βουληθέντας. Οὗ δὴ χάριν, φησὶ, καὶ τὸν ᾅδην οἰκεῖν κατεκρίθησαν. Τοιαῦτα ὁ Μαρκίων κατὰ τοῦ πεποιηκότος ἐλύττησε, μᾶλλον δὲ καὶ τούτων πολλῷ χαλεπώτερα· τὰς γὰρ μείζονας βλασφημίας σιγῇ παραδέδωκα. Οἶδα δὲ τούτων ἕνα τινὰ πρεσβύτην ἐννενηκοντούτην, ὃς ἕωθεν ἀνιστάμενος τῷ τοῦ πτύσματος περιττώματι τὸ οἰ κεῖον ἀπένιπτε πρόσωπον, καὶ τὴν αἰτίαν ἐρωτηθεὶς, ἔφησεν ὡς οὐ βούλεται δεηθῆναι τοῦ ∆ημιουργοῦ, καὶ ὕδωρ ἐκ τῶν ἐκείνου ποιημάτων λαβεῖν. Τῶν δὲ παρόντων εἰρηκότων· Πῶς οὖν ἐσθίεις, καὶ πίνεις, καὶ περιβάλλῃ, καὶ καθεύδεις, καὶ τὰ νομιζόμενα ἐπιτελεῖς μυστήρια; ὑπολαβὼν ἐξ ἀνάγκης εἶπε τοῦτο ποιεῖν, διὰ τὸ ἑτέρως μήτε ζῇν δύνασθαι, μήτε τελεῖν τὰ μυστήρια. Καὶ ὡμολόγει ἄκων ὁ μεμηνὼς, μηδὲν ἔχειν τὸν ὑπ' αὐτοῦ καλούμενον ἀγαθὸν, ἀλλὰ πάντων ἀπολαύειν τῶν ἀγαθῶν ἐκ τῶν τοῦ ∆ημιουργοῦ