1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

3

προσήνεγκεν· ἀλλ' εὐθὲς ἐκείνων γεωργεῖν ἀρξαμένων, καὶ τῆς εὐσεβείας καταβάλλειν τὰ σπέρματα, οὗτος μεταξὺ κατέσπειρε τὰ ζιζάνια. Αʹ. -Περὶ Σίμωνος τοῦ Μάγου. Σίμων δὲ πρῶτος, ὁ Σαμαρείτης ὁ μάγος, τῆς τούτου κακοτεχνίας ὑπουργὸς ἀνεφάνη. Ὃς ἀπὸ 83.344 Γιτθῶν ὁρμώμενος (κώμη δὲ αὕτη Σαμαρείας), καὶ γοητείας εἰς ἄκρον ἐλάσας, πρῶτον μὲν πολλοὺς ἔπεισε δι' ἧς ἔδρα τερατουργίας, προσεδρεύειν αὐτῷ, καὶ θείαν τινὰ δύναμιν ὀνομάζειν. Ἔπειτα δὲ, τοὺς ἀποστόλους ἰδὼν ἀληθεῖς ὄντως καὶ θείας θαυμα τουργίας ἐπιτελοῦντας, καὶ τοῖς προσιοῦσι δωρουμέ νους τὴν χάριν τοῦ Πνεύματος, ἀξιῶν τὴν ἴσην παρ' αὐτῶν ἐξουσίαν λαβεῖν, ἐπειδὴ ὁ μέγας Πέτρος ἐφώ ρασεν αὐτοῦ τὴν παμπόνηρον γνώμην, καὶ τοῖς τῆς μετανοίας θεραπεῦσαι φαρμάκοις τὰ δυσίατα τῆς διανοίας προσέταξε τραύματα, εὐθὺς ἐκεῖνος πρὸς τὴν προτέραν ἐπανῆλθε κακοτεχνίαν, καὶ τὴν Σα μάρειαν καταλιπὼν, ὡς δεξαμένην τὰ σωτήρια σπέρματα, πρὸς τοὺς μηδέπω γεωργηθέντας ὑπὸ τῶν ἀποστόλων ἐξέδραμεν, ἵνα ταῖς μαγγανείαις ἐξαπατήσας τοὺς εὐχειρώτους, καὶ ταῖς οἰκείαις μυθολογίαις προσδήσας, δυσπαράδεκτα τῶν ἱερῶν ἀποστόλων ἀποφήνῃ τὰ δόγματα. Ἀλλ' ἡ θεία χάρις τὸν μέγαν Πέτρον κατὰ τῆς τούτου μανίας καθώπλι σεν. Οὗτος γὰρ ἑπόμενος, τὴν μυσαρὰν αὐτοῦ διδα σκαλίαν, οἷον ὁμίχλην τινὰ καὶ ζόφον ἀπεσκεδάννυτο, τῆς δὲ ἀληθείας τοῦ φωτὸς τὰς ἀκτῖνας ἐδείκνυ. Ἀλλ' ὅμως καὶ προφανῶς διελεγχόμενος ὁ τρισ άθλιος, οὐκ ἐπαύσατο κατὰ τῆς ἀληθείας παραταττό μενος, ἕως εἰς τὴν Ῥώμην ἀφίκετο, Κλαυδίου Καί σαρος βασιλεύοντος. Τοσοῦτον δὲ Ῥωμαίους ταῖς γοητείαις κατέπληξεν, ὡς καὶ στήλῃ τιμηθῆναι χαλκῇ. Ἀλλὰ πάλιν ὁ θεῖος ἀφικόμενος Πέτρος, ἐγύμνωσεν αὐτὸν τῶν τῆς ἀπάτης πτερῶν, καὶ τέλος εἰς ἀγῶνα θαυματουργίας προσκαλεσάμενος, καὶ θείας χάριτος καὶ γοητείας τὸ διάφορον δείξας, πάντων ὁρώντων Ῥωμαίων, ἀφ' ὕψους αὐτὸν πολλοῦ κατέῤῥαξε προσευξάμενος, καὶ τοὺς αὐτόπτας τοῦ θαύματος εἰς σωτηρίαν ἐζώγρησεν. Οὗτος τοιοῦ τον μῦθον ἐγέννησεν· Ἄπειρόν τινα ὑπέθετο δύνα μιν· ταύτην δὲ ῥίζωμα τῶν ὅλων ἐκάλεσεν. Εἶναι δὲ αὐτὴν πῦρ ἔφησε, διπλῆν ἐνέργειαν ἔχον, τὴν μὲν φαινομένην, τὴν δὲ κεκρυμμένην· τὸν δὲ κόσμον γεννητὸν εἶναι, γεγενῆσθαι δὲ ἐκ τῆς φαινομένης τοῦ πυρὸς ἐνεργείας· πρῶτον δὲ ἐξ αὐτῆς προβλη θῆναι τρεῖς συζυγίας, ἃς καὶ ῥίζας ἐκάλεσε· καὶ τὴν μὲν πρώτην προσηγόρευσε νοῦν καὶ ἐπίνοιαν, τὴν δὲ δευτέραν, φωνὴν καὶ ἔννοιαν, τὴν δὲ τρίτην λογισμὸν καὶ ἐνθύμησιν. Ἑαυτὸν δὲ τὴν ἄπειρον ὠνόμασε δύναμιν, καὶ Ἰουδαίοις μὲν ὡς Υἱὸν φανῆ ναι, πρὸς δὲ Σαμαρείτας ὡς Πατέρα κατεληλυθέναι, ἐν δὲ τοῖς ἄλλοις ἔθνεσιν ὡς Πνεῦμα ἅγιον ἐπιφοι τῆσαι. Καὶ ἑτέραν δέ τινα ἐπὶ τέγους ἑστῶσαν, προσ αγορευομένην Ἑλένην, σύνοικον ποιησάμενος, τὴν πρώτην αὐτοῦ ἔννοιαν ἔφασκεν εἶναι, καὶ μητέρα τῶν ὅλων ὠνόμαζε, καὶ δι' αὐτῆς καὶ τοὺς ἀγγέλους, καὶ τοὺς ἀρχαγγέλους πεποιηκέναι· ὑπὸ δὲ τῶν ἀγγέλων δημιουργηθῆναι τὸν κόσμον· εἶτα τοὺς ἀγ γέλους φθονήσαντας αὐτῇ παρ' ἑαυτοῖς κατασχεῖν. 83.345 Οὐ γὰρ ἐβούλοντο, φησὶν, αὐτῆς καλεῖσθαι ποιήματα. Οὗ δὴ χάριν καὶ εἰς πολλὰ αὐτὴν εἰσήγαγον σώματα γυναικεῖα, καὶ εἰς ἐκείνην δὲ τὴν Ἑλένην, δι' ἣν ὁ Τρωϊκὸς ἐγένετο πόλεμος. Ταύτης ἕνεκα καὶ αὑτὸν ἔλεγε κατεληλυθέναι, ὥστε καὶ αὐτὴν τῶν ἐπικειμέ νων ἐλευθερῶσαι δεσμῶν, καὶ τοῖς ἀνθρώποις διὰ τῆς εἰς αὐτὸν ἐπιγνώσεως παρασχεῖν σωτηρίαν· κατ εληλυθέναι δὲ ἀλλοιούμενον, ὥστε μὴ γνωσθῆναι τοῖς τὴν κτίσιν οἰκονομοῦσιν ἀγγέλοις· καὶ φανῆναι ἐν Ἰουδαίᾳ ὡς ἄνθρωπον μὴ ὄντα ἄνθρωπον, καὶ πα θεῖν ἥκιστα πεπονθότα· τοὺς δὲ προφήτας τῶν ἀγ γέλων ὑπουργοὺς γεγενῆσθαι. Τοὺς δὲ εἰς αὐτὸν