1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

34

καθίσαι προσέταξε τὸν Ἀδέλφιον· αὐτὸς γὰρ ἡγεῖτο τῶν ἐγκαλουμένων τὴν αἵρεσιν, ἀνὴρ πρε σβύτης καὶ τυμβογέρων, καὶ παρ' αὐτὰς λοιπὸν ὢν τοῦ θανάτου τὰς πύλας. Πρὸς τοῦτον ὁ τρισμα κάριος ἔφη Φλαβιανὸς, ἀγνοεῖν τοὺς κατηγόρους, ἅτε δὴ παχυτέρους, τὴν πνευματικὴν πολιτείαν. Ἡμεῖς δὲ, φησὶν, οἱ γεγηρακότες τῷ χρόνῳ τὴν γνῶσιν ταύτην εἰσεδεξάμεθα. Ἀλλ' εἰπέ μοι, ἔφη, φιλαλή θως, τίνα ἐστὶ τὰ λεγόμενα. Οὕτω καταθελχθεὶς ὁ πρεσβύτης, καὶ κοινωνὸν τῶν δογμάτων εὑρηκέναι νομίσας, τῇ ὁμολογίᾳ τὴν κατηγορίαν ἐκράτυνε. Ταῦτα τοίνυν μεμαθηκὼς ὁ θεῖος ἀνὴρ, τῶν τῆς ἑῴας αὐτοὺς ὁρίων ἐξήλασε. Καὶ ἄλλα δὲ πολλὰ φρενίτιδος ἔργα τολμῶσι. Καὶ γὰρ ἐξαπίνης πηδῶ σι, καὶ δαίμονας ὑπερπεπηδηκέναι νεανιεύονται· καὶ τοῖς δακτύλοις τὸ τῆς τοξείας ἐπιτελοῦσι σχῆ μα, τοὺς δαίμονας τοξεύειν ἰσχυριζόμενοι. Καὶ ἕτε ρα ἄττα δρῶσι παραπλησίως παραπληξίας μεστὰ, διὸ δὴ καὶ τῶν Ἐνθουσιαστῶν ἐσχήκασιν ὄνομα Ταύτης ἡγήσατο τῆς αἱρέσεως Σάββας, καὶ Ἀδέλφιος, καὶ ∆αώδης, καὶ Συμεώνης, καὶ Ἑρμᾶς, καὶ ἄλλοι τινές. Ἔγραψε δὲ κατὰ τούτων ἐπιστολὰς, φωρά σας τὴν αἵρεσιν, ὁ πανεύφημος Λητόϊος, ὁ τῆς Μελιτινῆς ἐπίσκοπος. Ὁ δὲ πάντων ἄριστος Ἀμφιλό-χιος, ὁ τοῦ Ἰκονίου τὴν Ἐκκλησίαν ἰθύνας, ἀκριβέστερον τὴν αἵρεσιν ἐστηλίτευσε, τοῖς ὑπ' ἐκείνου πραχθεῖσιν ὑπομνήμασιν ἐντεθεικὼς αὐτῶν τὰς φωνὰς, ἐναργῶς δηλούσας τοῦ δόγματος τὴν διαφο ράν. ΙΒʹ. -Περὶ Νεστορίου. Ἐπειδὴ δὲ τοῦ κόσμου κατὰ μικρὸν ὑποῤ ῥέοντος, καὶ πρὸς τὴν τοῦδε τοῦ παντὸς ἐπειγομένου λύσιν, πᾶς τις ἑαυτὸν ἀξιόχρεων εἶναι τῆς εὐσεβείας διδάσκαλον ᾤετο, διὰ τὸν ἐξ ἀμαθίας τῦφον οὐδενὸς μανθάνειν ἀνεχομένου, οὐκέτι λοιπὸν ὁ ἀνθρωποκτό νος δαίμων, ὁ τοῦ ψεύδους πατὴρ, ὁ τῶν ζιζανίων σπορεὺς, τοῖς ἔξωθεν καὶ φανερῶς πολεμίοις κατὰ 83.433 τῆς Ἐκκλησίας ὡπλίζετο· ἀλλ' εὑρὼν ὄργανον πᾶσαν, ὡς εἰπεῖν, ἀθρόως αὐτοῦ τὴν τέχνην ὑποδεχόμενον, ἐν τῷ τῆς ὀρθοδοξίας προσχήματι, τὴν ἄρνησιν τῆς θεότητος ὁμοῦ καὶ φιλανθρωπίας τοῦ Μονογε νοῦς παρεισάγει, τὸ ἁπλοῦν καὶ ἀτεχνολόγητον τῆς πίστεως ἡμῶν Ἑλληνικοῖς συνταράττων σοφίσμασι. Νεστόριον που πάντως ἀκούετε· καὶ γὰρ ἐπίσημος ὁ ἀνήρ. Οὗτος ἐκ τῆς Γερμανικέων πολίχνης ὁρμώμενος, οὐκ οἶδα ποταποῖς τὸ ἐξ ἀρχῆς ἐντεθραμ μένος ἐπιτηδεύμασιν, ἄλλην ἐξ ἄλλης ἀμείβων χώ ραν, καθάπερ Αἰγυπτιακή τις μάστιξ, τῇ μεγάλῃ τῶν Ἀντιοχέων ἐνέσκηψε πόλει. Ἐν ταύτῃ λόγων ἐλευθερίων μετρίως μετεσχηκὼς, φωνήν τε ὅτι καλ λίστην καὶ μεγίστην ἀσκήσας, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ προϊὼν εἰσεφθάρη, καὶ τῷ καταλόγῳ τῶν πρε σβυτέρων ἐναρίθμιος γεγονὼς, τόν τε τοῦ Θεοῦ λαὸν διδάσκειν πεπιστευμένος, ἔδειξεν εὐθὺς ἐν προοι μίοις, οἷος παρὰ πάντα τὸν βίον γενήσεται. Οὐ γὰρ τὸν εὐγενῆ καὶ γόνιμον, καὶ γεωργῆσαι ψυχὰς ἀν θρώπων δυνάμενον, ἐζήλωσε χαρακτῆρα τῶν λόγων· ἀλλὰ πρὸς τὸ δημοτερπὲς ἀποκλίνας, καὶ τῶν εἰς ἀέρα λυομένων κρότων θηρευτὴς, εἰ καί τις ἄλλος, γενόμενος, τὸ συρφετῶδες καὶ ἀστάθμητον πλῆθος πρὸς τὸν οἰκεῖον ἐξεκαλέσατο πόθον, φαιὸν περιβε βλημένος ἱμάτιον, ἐστυγνακὼς βαδίζων, τοὺς ἀγο ραίους ἐκκλίνων θορύβους, ὠχρότητι σώματος δο κεῖν ἐγκρατὴς εἶναι θηρώμενος, οἴκοι τὰ πολλὰ βι βλίοις προσανέχων, καὶ καθ' ἡσυχίαν ἑαυτῷ συγγι νόμενος. Τοιούτοις σχήμασί τε καὶ πλάσμασι τοὺς πολλοὺς δελεάζων, μέχρι πόῤῥω προῆλθε τῆς ἡλι κίας, τὸ δοκεῖν Χριστιανὸς εἶναι πρὸ τοῦ εἶναι διώ κων, καὶ τῆς τοῦ Χριστοῦ δόξης τὴν ἑαυτοῦ προτι μῶν. "Ἐπεὶ δὲ, κατὰ τὸ εἰρημένον τῷ ∆εσπότῃ, "Οὐδὲν κρυπτὸν ὃ οὐ γνωσθήσεται, οὐδὲ ἀπό κρυφον ὃ οὐ μὴ εἰς φανερὸν ἔλθῃ," καὶ "Τὰ καλὰ ἔργα πρόδηλά ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύναται,"