1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

71

τῷ ὅρῳ, ἀλλ' ἐπήγα γεν· "Ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες, καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν." Οὐ γὰρ ὡς παρα νομίαν παραινῶ φεύγειν τὸν γάμον, ἀλλ' ὡς ἐπὶ κρείττονα βίον προτρέπων. Ἐπιδείκνυσι δὲ καὶ τὸ κέρδος τῆς παρθενίας. Περὶ γὰρ τῶν γαμούντων ἔφη· "Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι." Εἰς πολλὰς γὰρ ὁ γεγαμηκὼς περισπᾶται φροντίδας, οὐ μόνον γυναικὸς, ἀλλὰ καὶ παίδων, καὶ οἰκετῶν, καὶ θεραπαινίδων ἐπιμελούμενος· καὶ τοῦτο σημαίνων ἔφη· "Θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι." Γυ μνοῖ δὲ καὶ τὴν οἰκείαν φιλοστοργίαν· ἔφη γάρ· "Ἐγὼ δὲ ὑμῶν φείδομαι." Καὶ μετ' ὀλίγα· "Θέλω δὲ ἀμερίμνους ὑμᾶς εἶναι." Εἶτα σύγκρισιν ποιεῖ καὶ παρεξέτασιν τοῦ γεγαμηκότος καὶ τοῦ τὴν ἀγαμίαν ἀσπαζομένου. "Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· ὁ δὲ γαμήσας, μερι μνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί. Μεμέ ρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος. Ἡ ἄγαμος με ριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι. Ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί." ∆ιαῤῥήδην δὲ ἐδίδαξεν ἐν τούτοις τῆς παρθενίας τὴν χρείαν. Οὐ γὰρ ὡς παράνομον κελεύει φεύγειν τὸν 83.536 γάμον, ἀλλ' ὡς φροντίδων ἐλευθέραν μετιέναι τὴν παρθενίαν. Εἰς πολλὰ γὰρ ἡ τῶν γεγαμηκότων με ριζομένη διάνοια, τὸν ἀκριβῆ καὶ τέλειον κατορθῶσαι βίον κωλύεται· οἱ δὲ τὴν μοναδικὴν ζωὴν προελόμε νοι πᾶσαν ἀπονέμουσι τοῖς θείοις τὴν μέριμναν. Ἐπιμένει δὲ, καὶ τὸ συμφέρον ἐπιδεικνὺς, καὶ τὴν νομικὴν ἀνάγκην ἐκβαλὼν τοῦ λόγου· "Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω." Οὐ γὰρ ἀνάγκῃ τὸν οὐ βουλόμενον ἕλκω, ἀλλὰ τὴν φυομένην ὄνησιν ἐπιδείκνυμι. ∆ιὰ τοῦτο γὰρ ἐπήγαγεν· "Ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως." Ὁ γὰρ τῆς γαμικῆς ζεύγλης ἐλεύθερος, εὐπετῶς ἕλκει τὸν τού του ζυγὸν, οὐδενὸς αὐτὸν ἑτέρου τῆς ἀγαθῆς προσ εδρείας ἀφέλκοντος. Καὶ ἐπιμένει τὴν τῶν δυσωνύ μων αἱρετικῶν διελέγχων νομοθεσίαν· φησὶ γάρ· "Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὑτοῦ νο μίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίγνε σθαι, ὃ θέλει ποιείτω, οὐχ ἁμαρτάνει, γαμείτω σαν." Τοῦτο δὲ λέγει περὶ τῶν μηδέπω τὰς περὶ τῆς παρθενίας πεποιημένων συνθήκας. "Ὃς δὲ ἕστηκεν ἑδραῖος ἐν τῇ καρδίᾳ μὴ ἔχων ἀνάγκην, ἐξου σίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὑτοῦ, τηρεῖν τὴν ἑαυτοῦ παρ θένον, καλῶς ποιεῖ." Τὸ οὐκ ἔχων ἀνάγκην, ἀντὶ τοῦ, μὴ ὑπ' ἄλλου τελῶν ἐξουσίαν. Τοὺς γὰρ οἰκέτας δρᾷν ἃ θέλουσιν οἱ δεσπόται κωλύουσιν. Οὕτω καὶ τῷ κατεγγυᾷν βουλομένῳ, καὶ τῷ φυλάττειν ἁγνὴν τὴν θυγατέρα προθυμουμένῳ δεδωκὼς ἐξουσίαν, ἐπήγα γεν· "Ὥστε καὶ ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων, κρεῖσσον ποιεῖ." Τοιούτους περὶ παρθενίας ὅρους παρὰ τῶν θεολόγων ἀνδρῶν ἐδεξά μεθα, οὐ τοῦ γάμου κατηγοροῦντας, ἀλλ' ἐπὶ τὸν ἀφρόντιδα βίον τοὺς βουλομένους προτρέποντας. ΚΕʹ. -Περὶ γάμου. Προὔργου δὲ οἶμαι, καὶ τοὺς περὶ τοῦ γάμου νό μους διεξελθεῖν, καὶ τῶν τούτου κατηγορούντων δι ελέγξαι τὸ θράσος Ἀπόχρη δὲ καὶ ἡ τοῦ γένους δια φορὰ, δεῖξαι τὴν τῆς δημιουργίας αἰτίαν. Τούτου γὰρ δὴ χάριν γυναῖκα διέπλασε τῶν ὅλων ὁ Ποιητὴς, ἀνθ' ὅτου καὶ αὐτὴν βοηθὸν προσηγόρευσεν. "Ποιήσωμεν γὰρ, ἔφη, τῷ Ἀδὰμ βοηθὸν κατ' αὐτόν." Οὐ μόνον δὲ διέπλασεν, ἀλλὰ καὶ συνέζευξε τῷ ἀνδρὶ, καὶ κατὰ τὸν νῦν πολιτευόμενον νόμον, ἀπήγαγε πρὸς τὸν ἄνδρα, καὶ αὐτὸς ἐγένετο νυμφοστόλος καὶ νυμφευ τὴς, αὐτὸς οἷόν τι δῶρον τῷ γάμῳ τήνδε τὴν εὐλογίαν προσήνεγκεν, "Αὐξάνεσθε, λέγων, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς." Ταύτην πρώτην τῶν ἀνθρώπων τὸ γένος παρὰ τοῦ Θεοῦ τῶν ὅλων τὴν