1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

77

νομικῶν παρα τηρήσεων ἀσπασαμένους τὴν φυλακὴν, ἐπανάγει πρὸς τὴν σωτηρίαν, καὶ τὰ τῆς μετανοίας αὐτοῖς ἐπιτίθησι φάρμακα, καὶ ἀφίησι μητρὸς φιλοστόργου φωνήν· "Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν." Ταύτην δὲ ἡμῖν τὴν διδασκαλίαν καὶ ὁ ∆εσπότης Χριστὸς διὰ τῶν οἰκείων παραβολῶν προσενήνοχε. Καὶ γὰρ τὸ ἀπολωλὸς πρόβατον, καὶ ἡ ἐκπεσοῦσα δραχμὴ, τῶν ἡμαρτη κότων ἐπιμέλεσθαι διδάσκουσιν. Ὁ δὲ ἄσωτος υἱὸς ἄντικρυς τὴν μετὰ τὸ βάπτισμα γεγενημένην παρά βασιν δηλοῖ. Τῆς γὰρ πατρῴας οὐσίας τὴν προσ ήκουσαν μοῖραν λαβὼν, καὶ ταύτην ἀσώτως κατεδη δοκὼς, ἐπανῆλθεν· ἀλλ' ὅμως τῆς πρώτης ἠξιώθη στολῆς, καὶ διὰ τοῦ δακτυλίου τὴν εἰκόνα τὴν θείαν ἀπέλαβε, καὶ τοῦ σιτευτοῦ ἀπήλαυσε μόσχου, καὶ ἑορτὴν μεγίστην ἐσχεδίασε τῷ πατρί. Καὶ πᾶσα δὲ τοῦ Κυρίου διδασκαλία καὶ πρᾶξις, τὴν τῶν ἁμαρτω λῶν ἰατρείαν διδάσκουσι, καὶ οἱ κληθέντες τελῶναι, καὶ ἡ προσελθοῦσα πόρνη, καὶ ὁ πιστεύσας λῃστὴς, καὶ τῆς φιλανθρωπίας οἱ λόγοι· "Οὐκ ἦλθον καλέ σαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Οὐ γὰρ χρείαν ἔχουσιν· οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κα κῶς ἔχοντες." Εἰ δὲ ταῦτα πρὸ τοῦ βαπτίσματος λέγουσι γεγενῆσθαι, τὸν πρῶτον τῆς Ἐκκλησίας θεμέλιον καταμάθωσι κλονούμενον, καὶ ὑπὸ τῆς θείας χάριτος βεβαιούμενον. Τρὶς γὰρ ὁ μέγας ἀρνησάμενος Πέτρος ἔμεινε πρῶτος, τοῖς δάκρυσι τοῖς οἰκείοις θεραπευθείς. Ταύτην αὐτῷ καὶ τοῖς ἀδελφοῖς· προφέρειν τὴν θεραπείαν ὁ ∆εσπότης ἐκέ λευσε· "Καὶ σὺ γὰρ, φησὶν, ἐπιστρέψας στήρι ξον τοὺς ἀδελφούς σου." Καὶ προσευχῆς δὲ τύπον τοῖς μαθηταῖς δεδωκὼς, προσέταξε λέγειν· "Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν." Ταύτην δὲ τὴν προσευχὴν οὐ τοὺς ἀμυήτους, ἀλλὰ τοὺς μυσταγωγουμένους διδάσκομεν. Οὐδεὶς γὰρ τῶν ἀμυήτων λέγειν τολμᾷ· "Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς," μήπω δεξάμενος τῆς υἱοθεσίας τὸ χάρισμα. Ὁ δὲ τῆς τοῦ βαπτίσματος τετυχηκὼς δωρεᾶς, Πατέρα καλεῖ τὸν Θεὸν, ὡς εἰς τοὺς υἱοὺς τελέσας τῆς χάριτος. Οὗτοι τοίνυν προσετάχθησαν λέγειν· "Ἄφες ἡμῖν τὰ ὀφει-λήματα ἡμῶν." Ἰάσιμα τοιγαροῦν καὶ τὰ μετὰ τὸ βάπτισμα γενόμενα τραύματα· ἰάσιμα δὲ, οὐχ ὡς πάλαι διὰ πίστεως μόνης τῆς ἀφέσεως διδομένης· ἀλλὰ διὰ δακρύων πολλῶν, διά τε ὀδυρμῶν, καὶ κλαυθμῶν, καὶ νηστείας, καὶ προσευχῆς, καὶ πόνου· τῇ ποσότητι τῆς γεγονυίας ἁμαρτίας συμμετρουμέ νου. Οὔτε γὰρ ἀπαγορεύειν ἐδιδάχθημεν τοὺς μὲν οὕτω διακειμένους, οὔτε προχείρως 83.553 μεταδιδόναι τῶν θείων. "Μὴ βάλλετε γὰρ, φησὶ, ἅγιον τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαρ γαρίτας ἔμπροσθεν τῶν χοίρων." Τούτους ἡ Ἐκκλησία καὶ περὶ μετανοίας ἔχει τοὺς νόμους. ΚΘʹ. -Περὶ ἐγκρατείας. Οἴνου δὲ καὶ κρεωφαγίας ἀποχὴν, καὶ τὴν ἄλλην ἐγκράτειαν, οὐ τοῖς αἱρετικοῖς παραπλησίως ἀσπά ζεται. Οἱ μὲν γὰρ ὡς βδελυκτῶν τούτων νομοθετοῦσιν ἀπέχεσθαι· ἡ δὲ Ἐκκλησία οὐδὲν περὶ τούτων νενομοθέτηκεν· οὐδὲ γὰρ ἀπαγορεύει τὴν τούτων μετάληψιν. Τούτου χάριν ἀδεῶς οἱ μὲν τῶν νενομισμέ-νων ἡδέων ἀπολαύουσιν, οἱ δὲ ἀπέχονται. Κατακρίνει δὲ οὐδεὶς τῶν εὖ φρονούντων τὸν ἐσθίοντα· καὶ ἡ ἀποχὴ γὰρ, καὶ ἡ μετάληψις, ὑπὸ τὴν ἐξουσίαν τελοῦσι τῆς γνώμης, καὶ ὁ μονήρης δὲ βίος οὐκ ἀναγκαστικὸς, ἀλλ' αὐθαίρετος. Καὶ τοῦτο δὲ παρὰ τῶν ἀποστολικῶν ἐδιδάχθημεν νόμων· "Ὁ ἐσθίων γὰρ, φησὶ, τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω." Καὶ πάλιν· "Πάντα καθαρὰ, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι." Καὶ τοῦτο δὲ αὐτῶν τῶν ἀνοσίων κατηγορῶν ἐν τῇ πρὸς Τιμόθεον Ἐπιστολῇ ταῦτα γέγραφε· "Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ἐσχάτοις καιροῖς ἀποπλανηθῶσί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης, καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευ-δολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ