1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

54

γῆς, ἀστραπὰς εἰς ὑετὸν πεποίηκεν, ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὑτοῦ." Καὶ πάλιν· "Ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς." Καὶ αὖθις· "Πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα." Καὶ ἑτέρωθι· "Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὑ τοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς." Καὶ μυρία δὲ ἔστιν εὑρεῖν ἕτερα παρὰ τῇ θείᾳ Γραφῇ, τοῦ Θεοῦ δεικνύοντα τὴν πρό νοιαν. Ἀλλὰ περὶ προνοίας δέκα λόγους ἤδη συγγράψας, Περιττὸν οἶμαι νῦν τοῦτον εὐρῦναι τὸν λόγον. ΙΑʹ. -Περὶ τῆς τοῦ Σωτῆρος οἰκονομίας. Περὶ τῆς θείας ἐνανθρωπήσεως τίνα φρονοῦμεν προὔργου δεῖξαι. Σαφέστερον γὰρ οὗτος ὁ λόγος τοῦ Θεοῦ τῶν ὅλων κηρύττει τὴν προμήθειαν. Ὁ μὲν οὖν Βαλεντῖνος ἐν οἷς ἀνέπλασε μύθοις, ἄλλον μὲν ἔφη τὸν Μονογενῆ, ἄλλον δὲ τὸν Λόγον, καὶ ἄλλον τὸν Χριστὸν τὸν ἐντὸς τοῦ πληρώματος, καὶ ἕτερον τὸν Ἰησοῦν, καὶ ἄλλον πάλιν τὸν ἔξω Χριστόν. Ἐνανθρωπῆσαι δὲ τὸν Ἰησοῦν ἔφη, τὸν ἔξω Χριστὸν ἐνδυσάμε νον, καὶ σῶμα ἐκ τῆς ψυχικῆς οὐσίας ἀνειληφότα· πάροδον δὲ μόνην διὰ τῆς Παρθένου ποιήσασθαι, οὐδὲν ἐκ τῆς ἀνθρωπείας φύσεως εἰληφότα. Καὶ Βα σιλίδης δὲ ὡσαύτως ἄλλον τὸν Μονογενῆ, καὶ ἄλλον τὸν Λόγον, καὶ ἑτέραν εἴρηκε τὴν Σοφίαν. Κέρδων δὲ, καὶ Μαρκίων, καὶ Μάνης, ὡς ἄνθρωπον φανῆναι τὸν Χριστὸν ἔφασαν, οὐδὲν ἀνθρώπειον ἔχοντα. Ὁ δὲ 83.489 Κήρινθος τὸν μὲν Ἰησοῦν ἐξ Ἰωσὴφ καὶ Μαρίας ἔφησε γεννηθῆναι κατὰ τὸν κοινὸν τῶν ἀνθρώπων νόμον, ἄνωθεν δὲ τὸν Χριστὸν κατεληλυθότα ἐπὶ τὸν Ἰησοῦν. Ἐβιωναῖοι δὲ, καὶ Θεοδοτιανοὶ, καὶ Ἀρτεμωνιανοὶ, καὶ Φωτεινιανοὶ, ψιλὸν ἄνθρωπον εἰρήκασιν ἐκ τῆς Παρθένου τὸν Χριστὸν γεγεννῆσθαι. Ἄρειος δὲ καὶ Εὐνόμιος, σῶμα μὲν αὐτὸν ἔφασαν εἰληφέναι, τὴν θεότητα δὲ τῆς ψυχῆς ἐνηργηκέναι τὴν χρείαν. Ὁ δὲ Ἀπολινάριος, ἔμψυχον μὲν ἔφησεν εἶναι τοῦ Σωτῆρος τὸ σῶμα, οὐ μὴν τὴν λογικὴν ἐσχηκέναι ψυχήν· περιττὸς γὰρ ἦν, φησὶν, ὁ νοῦς, τοῦ Θεοῦ Λόγου παρόντος. Τὰς δὲ τῶν πλειόνων αἱρέσεων τέ θεικα δόξας, δεῖξαι βουλόμενος τὴν τῆς Ἐκκλησίας ἀλήθειαν. Τὸν γὰρ αὐτὸν ἡ Ἐκκλησία, καὶ Υἱὸν, καὶ Μονογενῆ, καὶ Θεὸν Λόγον, καὶ Σωτῆρα Κύριον, καὶ Ἰησοῦν Χριστὸν ὀνομάζει. Ἀλλ' Υἱὸς μὲν μονογενὴς, καὶ Θεὸς Λόγος, καὶ Κύριος καὶ πρὸ τῆς ἐνανθρωπήσεως ὠνομάζετο, καὶ μετὰ τὴν ἐνανθρώ πησιν ὡσαύτως καλεῖται. Ἰησοῦς δὲ Χριστὸς μετὰ τὴν ἐνανθρώπησιν ὁ αὐτὸς ὠνομάσθη, ἀπὸ τῶν πρα γμάτων τὰς προσηγορίας δεξάμενος. Ἰησοῦς μὲν γὰρ ὁ Σωτὴρ ἑρμηνεύεται, καὶ τούτου μάρτυς ὁ Γαβριὴλ, πρὸς τὴν Παρθένον εἰπών· "Καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ὅτι αὐτὸς σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ." Χριστὸς δὲ προσηγορεύθη, διὰ τὸ χρίσμα τοῦ Πνεύματος. Ὁ μὲν γὰρ ὑμνοποιὸς ∆αβὶδ λέγει· "∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου." ∆ιὰ δὲ τῆς Ἡσαΐου τοῦ προφήτου γλώττης αὐτὸς ὁ ∆εσπότης ἔφη· "Πνεῦμα Κυρίου ἐπ' ἐμέ· οὗ εἵνεκεν ἔχρισέ με Κύριος." Οὕτω δὲ τὴν προφητείαν νοεῖν αὐτὸς ἡμᾶς ὁ ∆εσπότης ἐδίδα ξεν. Εἰς γὰρ τὴν συναγωγὴν εἰσελθὼν, καὶ τὸ προ φητικὸν βιβλίον λαβὼν, ἀνέγνω μὲν τὸ εἰρημένον χωρίον, ἔφη δὲ πρὸς τοὺς παρόντας· "Σήμερον ἐπληρώθη ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν." Συνῳδὰ δὲ τοῖς προφήταις καὶ ὁ μέγας ἐκήρυξε Πέ τρος. Τοῖς γὰρ περὶ τὸν Κορνήλιον ἐπιδεικνὺς τὸ μυστήριον οὕτως ἔφη· "Ὑμεῖς οἴδατε τὸ ῥῆμα τὸ γενόμενον καθ' ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης, Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει." ∆ῆλον τοίνυν ἐκ τῶν εἰρημένων, ὡς διὰ τὸ