1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

32

ἐν Αἰγύ πτῳ ῥῆγμα συνέστη. Ἀλλ' ἐκεῖνος μὲν οὐδὲν τῶν τῆς εὐσεβείας δογμάτων ἐκαινοτόμησεν· οὗτοι δὲ, τὴν αἵρεσιν τὴν Ἀρείου παρὰ τῶν τηνικαῦτα βασι λευόντων κρατυνομένην ἰδόντες, εἰς ἐκείνην ἀπ έκλιναν. Νῦν δέ γέ φασιν αὐτοὺς ταύτης μὲν ἀπαλ λαγῆναι τῆς νόσου, ἰδικῶς δὲ διάγειν, ὑφ' ἑτέ ρων μὴ βουλομένους ἰθύνεσθαι, καὶ τὴν πρὸς τὰς Ἐκκλησίας παραιτεῖσθαι συνάφειαν. Ταύτῃτοι, ὡς αὐτόνομοι, καὶ τὰ καταγέλαστα ἐκεῖνα προσεπ ενόησαν, τὸ παρ' ἡμέραν μὲν ὕδατι τὸ σῶμα καθαί ρειν, μετὰ δὲ κρότου χειρῶν, καί τινος ὀρχήσεως, τὰς ὑμνῳδίας ποιεῖσθαι, καὶ κώδωνας πολλοὺς κάλου τινὸς ἐξηρτημένους κινεῖν, καὶ τὰ ἄλλα ὅσα τούτοις ἐστὶ παραπλήσια. Οὗ δὴ χάριν αὐτοῖς ὁ μέγας ἐκεῖνος Ἀθανάσιος πολεμῶν διετέλεσεν. Ηʹ. -Περὶ Ἀπολιναρίου. Ἀπολινάριος δὲ ὁ Λαοδικεὺς ἐν ἐνίοις συγγράμμασι τὸν περὶ τῆς Τριάδος οὐ παρέφθειρε λόγον· ἀλλ' ὁμοίως ἡμῖν καὶ τὴν μίαν τῆς Θεότητος οὐσίαν, καὶ τὰς τρεῖς ὑποστάσεις ἐκήρυξεν· ἐν ἐνίοις δὲ βαθμοὺς ἀξιωμάτων ὡρίσατο, ἑαυτὸν διανομέα τῆς θείας χειροτονήσας νομῆς. Αὐτοῦ γάρ ἐστιν εὕρεμα, τὸ, Μέγα, μεῖζον, μέγιστον· ὡς μεγά λου μὲν ὄντος τοῦ Πνεύματος, τοῦ δὲ Υἱοῦ μείζονος, μεγίστου δὲ τοῦ Πατρός. Τί δὲ τούτου γένοιτ' ἂν γελοιότερον; Εἰ γὰρ μίαν εἶναι τῆς Τριάδος τὴν οὐσίαν τῷ ὄντι φησὶν, πῶς τὴν αὐτὴν καὶ σμικρὰν καὶ μεγάλην ὑπείληφεν; Ἐν μὲν γὰρ τοῖς σώμασιν ἡ ποσότης καὶ ἡ πηλικότης τὰ τοιαῦτα μέτρα ποιεῖ· ἡ δὲ τούτων ἐλευθέρα φύσις οὐδὲ τούτων ἐπιδέχεται μέτρα. Ἀλλὰ νῦν οὐκ ἀντειπεῖν, ἀλλὰ δεῖξαι τὰς διαφόρους προεθέμεθα δόξας. Ἐν ἐνίοις τοίνυν πάλιν οὗτος συγγράμμασι τὰς τῶν ὑποστάσεων συνέχεεν ἰδιότητας, καὶ ταὐτὸ δέδρακεν ἐπὶ τῆς Τριάδος, ὅπερ ἐπὶ τῆς οἰκονομίας ἐτόλμησεν. Ὅθεν καὶ τὴν τοῦ Σαβελλισμοῦ κατηγορίαν ἐδέξατο, σαρκωθῆ ναί τε τὸν Θεὸν ἔφησε Λόγον, σῶμα καὶ ψυχὴν ἀνειληφότα, οὐ τὴν λογικὴν, ἀλλὰ τὴν ἄλογον, ἣν 83.428 φυτικὴν, ἤγουν ζωτικήν τινες ὀνομάζουσι· τὸν δὲ νοῦν ἄλλο τι παρὰ τὴν ψυχὴν εἶναι λέγων, οὐκ ἔφησεν ἀνειλῆφθαι, ἀλλ' ἀρκέσαι τὴν θείαν φύσιν εἰς τὸ πληρῶσαι τοῦ νοῦ τὴν χρείαν. Καὶ οὐ συνεῖ δεν ὁ σοφώτατος, ὡς οὐδὲ σώματος ἂν μὴ βουληθεὶς ἐδεήθη· ἀλλ' ὤφθη ἂν καὶ δίχα σώματος, ὥσπερ δὴ πάλαι τοῖς πατριάρχαις. Ἀλλὰ τὸν περὶ τῆς οἰκονομίας λόγον ἐν τῷ μετὰ τοῦτον φυλά ξομεν λόγῳ. Θʹ. -Περὶ Πολεμιανῶν καὶ ἄλλων Ἀπολι ναριστῶν Πολέμιος δέ τις, ἐκ τῶν τούτου συγγραμμά των τὰς ἀφορμὰς ἐσχηκὼς, καὶ συνουσίωσιν λέγει γεγενῆσθαι καὶ κρᾶσιν τῆς θεότητος καὶ τοῦ σώματος. Ἐντεῦθεν ἡ τῶν Πολεμιανῶν ἐβλάστησεν αἵρεσις. Καὶ ἄλλοι δέ τινες ἐκ τῆς Ἀπολιναρίου συναγωγῆς, ἐκ τῶν οὐρανῶν ἔφασαν κατεληλυ θέναι τοῦ Κυρίου τὸ σῶμα· διάφορα δὲ εὑρόντες ἐν τοῖς ἐκείνου συγγράμμασι δόγματα, οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις ἠρέσθησαν. Ὅπως δὲ οὗτος τοῦ τῆς Ἐκκλησίας ἀποτμηθεὶς σώματος τὸν διάφορον ἐκύησε φλήναφον τῶν δογμάτων, περιττὸν ᾠήθην εἰπεῖν. Ιʹ. -Περὶ Αὐδιανῶν. Αὐδαῖος δέ τις, ἐκ τῆς πέραν Εὐφράτου Συ ρίας ὁρμώμενος, ἀνθρωπόμορφον ἔφησε τὸν Θεὸν, καὶ τὰ τοῦ σώματος αὐτῷ περιτέθεικε μόρια, τὰ συγκαταβατικῶς παρὰ τῆς θείας εἰρημένα Γραφῆς ἀνοήτως νενοηκώς. Καὶ γὰρ ἀνθρώποις ἡ θεία δια λεγομένη Γραφὴ, οὐδὲ τῶν ὁρωμένων ἀκριβῶς τὴν φύσιν ἐπισταμένοις, ὡς ἐνῆν αὐτοῖς ἀκούειν, τὴν διδασκαλίαν πεποίηται. ∆ιά τοι τοῦτο τὴν ὀπτικὴν τοῦ Θεοῦ δύναμιν ὀφθαλμοὺς