1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

42

ρευσε τὴν τοῦ θείου Πνεύματος ὕπαρξιν. Ἐκ μέντοι τοῦ Θεοῦ εἶναι αὐτὸ, καὶ τὸ θεῖον εἶναι, οἱ ἱεροὶ δι δάσκουσι λόγοι. Ὁ μὲν γὰρ ∆εσπότης Χριστὸς ταῦτα περὶ αὐτοῦ φησι· "Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· 83.456 ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἔρχεται πρὸς ὑμᾶς." Καὶ πάλιν· "Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν." Τῷ δὲ εἰπεῖν, "Ἐκ τοῦ Πατρὸς ἐκπορεύεται," ἔδειξε πηγὴν ὄντα τοῦ Πνεύματος τὸν Πατέρα. Καὶ οὐκ εἶπεν, Ἐκπορεύσεται, ἀλλ', Ἐκπορεύεται, δεικνὺς καὶ τῆς φύσεως τὴν ταυτότητα, καὶ τῆς οὐσίας τὸ ἄτμητον, καὶ ἀδιάφορον, καὶ τὸ ἡνωμένον τῶν ὑποστάσεων. Τὸ γὰρ ἐκπορευόμενον, ἀχώριστον ἐξ οὗ ἐκπορεύε ται. Ὁ δὲ θεῖος Ἀπόστολος ταῦτα περὶ τοῦ Πνεύματος ἔφη· "Τὸ δὲ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. "Καὶ ὡς ἂν μή τις ἄγνοιαν ὑπο λάβοι τὴν ἔρευναν, ἐπήγαγεν· "Οὐδεὶς ἀνθρώ πων οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ." Οὕτως αὐτῷ προσμαρτυρήσας τὴν γνῶσιν, δείκνυσι καὶ πόθεν ἔχει τὴν ὕπαρξιν. "Ἡμεῖς γὰρ, ἔφη, οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ." Ταύτῃτοι Πατρὶ καὶ Υἱῷ αὐτὸ διατελεῖ συντάττων, τῇ κτίσει δὲ οὐ συνέταξε πώποτε. Οὐ γὰρ οἶδεν αὐτὸ τῆς κτίσεως μόριον, οὐδὲ πρῶτον ποίημα ὀνομάζει, κατὰ τὴν Ἀρείου, καὶ Εὐνομίου, καὶ Μακεδονίου βλασφημίαν· ἀλλὰ τῆς θείας χάρι τος τὰ δῶρα δεικνὺς οὕτως ἔφησε· "∆ιαιρέσεις δια κονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν." Εἶτα δείξας τὴν τῶν χαρισμά των δωρεὰν, ἐπήγαγε· "Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται." Οὐ γὰρ τῆς δουλικῆς ἐστι, φησὶ, διακο νίας, ἀλλὰ τῆς δεσποτικῆς ἀξίας τὸ πανάγιον Πνεῦμα· οὐδὲ ὑπουργεῖ, ἀλλὰ συνεργεῖ, καὶ δεσποτικῶς ἐνεργεῖ. Οὕτω κἀν τῷ τέλει τῆς πρὸς τούτους δευτέρας Ἐπιστολῆς, τὴν εὐλογίαν ἐξύφηνεν· "Ἡ χάρις τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ἀμήν." Καὶ ἐν μὲν τῇ προτέρᾳ Ἐπιστολῇ πρῶτον ἔταξε τὸ Πνεῦμα, ἐνταῦθα δὲ τελευταῖον, διδάσκων ὡς οὐ ποιεῖ τῶν ὀνομάτων ἡ τάξις ἀξιω μάτων διαφοράν. Ταύτῃτοι τὸν Υἱὸν προέταξε τοῦ Πατρὸς, οὐ τὴν τάξιν ἀνατρέπων ἢν ὁ Κύριος τέ θεικεν, ἀλλὰ τὸ ὁμότιμον τῆς Τριάδος ἐπιδεικνύς. Τοῦτο καὶ τοῖς ἀποστόλοις θεοπρεπῶς ἐπεφοίτησε. Πρῶτον μὲν γὰρ ἔσεισε τὸν οἶκον, τὴν θείαν δηλῶν ἐπιφάνειαν. Περὶ γὰρ τοῦ Θεοῦ τῶν ὅλων ὁ Προφή της φησίν· "Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν." Ἔπειτα δὲ ταῖς γλώτταις ἐν εἴδει πυρὸς ἐπεκάθισεν, ὥσπερ πάλαι ποτὲ τὸν Θεὸν ἔφη 83.457 Μωϋσῆς ἐν τῷ βάτῳ φανῆναι. Καὶ καθάπερ ἐκεῖνος οὐκ ἐδαπανᾶτο καιόμενος, οὕτως αἱ γλῶτται τῶν ἀποστόλων τῆς καυστικῆς ἐνεργείας οὐκ ἐδέχοντο πεῖραν. Ταῦτα οὐ λόγοις, ἀλλ' ἔργοις μαθὼν ὁ θειότατος Πέτρος, Θεὸν αὐτὸ κέκληκε, τοῦ Ἀνανίου τὴν κλοπὴν ἐξελέγχων. Εἰπὼν γάρ· "Ἱνατί ἠπάτησεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ πανάγιον Πνεῦμα; ἐπήγαγεν· "Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ." Συνᾴδει δὲ καὶ τὰ παρὰ τοῦ θεσπεσίου Παύλου περὶ τοῦ Πνεύματος εἰρημένα. Τοὺς γὰρ πεπιστευκότας, ναοὺς Θεοῦ προσηγόρευσεν, ἔνοικον ἐσχηκότας τὴν χάριν τοῦ Πνεύματος· "Οὐκ οἴδατε γὰρ, φησὶν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;" Καὶ πάλιν· "Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ;" Ταῦτα δὲ ἄντικρυς διδάσκει τῆς θείας εἶναι φύσεως τὸ παν άγιον Πνεῦμα. Εἰ γὰρ Θεοῦ ναὸς οἱ πιστεύσαντες χρηματίζουσιν, ἐπειδὴ τοῦ Πνεύματος τὴν χάριν ἐδέξαντο, ἐκ τοῦ Θεοῦ ἄρα τὸ Πνεῦμα τὸ ἅγιον· τὴν γὰρ τούτου χάριν ἔνοικον ἐσχηκότες, Θεοῦ ναὸς ὠνο μάσθησαν. Ἐναργέστερον δὲ ἡμῖν ὁ