1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

46

προσήκει μετρεῖν. Πολλαπλάσια γὰρ τούτων παραγαγεῖν αὐτῷ ῥᾴδιον. Καὶ τοῦτο ∆αβὶδ ὁ θεσπέσιος παρεδήλωσε. "Πάντα γὰρ, φησὶν, ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν." Οὐκ εἶπεν, Ὅσα ἴσχυσεν, ἀλλ', Ὅσα ἠθέλησεν. ἰσόμετρον γὰρ ἔχει τῇ βουλήσει τὴν δύναμιν. Ὅθεν οὐ μόνον ἐξ ὄντων, ἀλλὰ καὶ ἐκ μὴ ὄντων δημιουργεῖ. Εἰ κότως τοίνυν τῶν τῆς ἀληθείας δογμάτων ὁ περὶ τῆς ὕλης ἐξελήλαται λόγος. Οἱ δὲ τὴν κτίσιν κακίζοντες, καὶ τὴν παναρμόνιον δημιουργίαν διαβάλλειν ἐπι χειροῦντες, καὶ τούτου χάριν τὸν περὶ τῆς ὕλης ἐπεισάγοντες λόγον, ἀκουσάτωσαν τῶν θείων βοών των λογίων· "Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν." Οὐδὲν γὰρ ὑπὸ τοῦ Θεοῦ γεγενη μένον φύσει κακόν. Ἀλλὰ τὸν περὶ τούτου λόγον ὕστερον ἀναπτύξομεν. Τέως δὲ περὶ τῆς τῶν Αἰώνων μυθολογίας μικρὰ διεξέλθωμεν. ςϛʹ. -Περὶ Αἰώνων. Βαλεντῖνος, καὶ Σεκουνδῖνος, καὶ Μάρκος, καὶ οἱ ἐκείνων διάδοχοι παμπόλλους Αἰῶνας πρεσβυτέρους τοῦ ∆ημιουργοῦ φασιν εἶναι, οὐκ ἐκ τῶν θείων λο γίων τοῦτο μεμαθηκότες, ἀλλ' αὐτοὶ τοὺς μύθους συμπλάσαντες. Καὶ οὐ συνεῖδον οἱ ἐμβρόντητοι, ὡς ὁ αἰὼν οὐκ οὐσία τίς ἐστιν ὑφεστῶσα, ἀλλὰ διάστημά τι χρόνου δηλωτικὸν, ποτὲ μὲν ἀπείρου, ὅταν περὶ Θεοῦ λέγηται, ποτὲ δὲ τῇ κτίσει συμμέτρου, ἄλλοτε δὲ τῇ ἀνθρωπίνῃ ζωῇ. Περὶ μὲν γὰρ ἡμῶν 83.468 φησιν ὁ θεῖος ∆αβίδ· "Ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου." Περὶ δὲ τῆς κτίσεως ὁ Κύριος λέγει· "Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος." Περὶ δὲ τοῦ Θεοῦ τῶν ὅλων πάλιν ὁ μακάριος ∆αβίδ· "Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ," ἀντὶ τοῦ, Οὔτε ἀρχὴν, οὔτε πέρας ἔχεις. Καὶ ἐπειδὴ ὁ αἰὼν διάστημά τι δηλοῖ, ἵνα μή τις ὑπολάβῃ ἀνοήτως, μὴ εἶναι πρὸ τῶν αἰώνων τὸν τῶν ὅλων Θεὸν, ἐν ἑτέρῳ ψαλμῷ ὁ αὐτὸς ἔφη Προφήτης· "Εἰσακούσεται ὁ Θεὸς, καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων." Οὐκοῦν ὁ τῶν ὅλων Θεὸς, ὁ τῶν ἁπάντων ∆ημιουργὸς, οὐ μετὰ πέντε καὶ τριάκοντα αἰῶνας ἐκ τοῦ πάθους ἔφυ τῆς Ἀχαμὼθ μετὰ τὴν ὀγδοάδα, καὶ τὴν δεκάδα, καὶ τὴν δωδεκάδα, καὶ τὴν Ἀχαμὼθ, καὶ τὸν ὅρον, καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα· ἀλλὰ πρὸ πάντων ἐστὶ τῶν αἰώνων, οὐ τῶν αἰσχρῶν τούτων κατὰ συζυγίαν μεμυθολογημένων, ἀλλὰ τῶν πᾶν ὁτιοῦν διάστημα σημαινόντων. ∆ιά τοι τοῦτο καὶ τῶν αἰώνων εἶναι ποιητὴν τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁ μακάριος εἴρηκε Παῦλος· "Ἐλάλησε γὰρ ἡμῖν ἐν Υἱῷ, φησὶν, ὃν ἔθετο κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε." Τὸ δὲ ἐποίησεν, οὐκ οὐσίαν τῶν αἰώνων δηλοῖ, ἀλλ' ὅτι οὐδεὶς τοῦ Θεοῦ τῶν ὅλων πρεσβύτερος. Καὶ ἐν ἑτέρῳ δὲ χωρίῳ φησί· "Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν." Οὐκ ἐνυποστάτους δή τινας εἶναι διδάσκων αἰῶνας, ἀλλ' αἰώνιον τοῦ Θεοῦ κηρύττων τὴν βασι λείαν. Καὶ πάλιν ὁ αὐτὸς Ἀπόστολος· "Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν σοφίαν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων." Εἰ δὲ τὸ τῆς οἰκονομίας μυ στήριον τῶν αἰώνων, κατὰ τὸν θεῖον ὅρον, πρεσβύ τερον, ἀσεβείας ἐσχάτης, τὸν τῶν ὅλων Θεὸν νεώτε ρον τῶν αἰώνων ἀποκαλεῖν. Καὶ ὁ προφήτης δὲ Ἡσαΐας βοᾷ· "Ὁ Θεὸς ὁ αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς." Καὶ πάλιν· "Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλὴν σοῦ." Πρὸ τῶν αἰώνων τοίνυν ὁ Θεὸς, ὁ τῶν ὅλων δημιουργός. Ζʹ. -Περὶ ἀγγέλων.