1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

41

τοῦ πυρὸς ἔχει τὴν ὕπαρξιν, καὶ τῷ πυρὶ συνυπάρχει· συμπέφυκε γὰρ τῷ πυρὶ τὸ ἀπαύγασμα, καὶ ἡ ἀκτὶς τῷ ἡλίῳ· ἐξ οὗ γὰρ ἥλιος, ἐξ ἐκείνου καὶ ἀκτῖνες. Ἀλλ' αἴτιος τῶν ἀκτίνων ὁ ἥλιος, καὶ τὸ πῦρ τοῦ ἀπαυγάσματος· οὐ γὰρ ἥλιος ἐξ ἀκτίνων, ἀλλ' ἀκτῖνες ἐκ τοῦ ἡλίου γεννῶνται, καὶ τὸ ἀπαύγασμα ἐκ τοῦ πυρὸς φύεται. Οὕτως ὁ μονογενὴς Υἱὸς γεγέννηται μὲν ἐκ τοῦ Πατρὸς, σύνεστι δὲ τῷ νῷ, ὡς ὁ λό γος τῷ γεγεννηκότι, καὶ τὸ ἀπαύγασμα τῷ πυρὶ, καὶ ἡ ἀκτὶς τῷ ἡλίῳ. Ἀλλὰ τούτων ἕκαστον οὐχ ὑφέστηκεν αὐτὸ καθ' ἑαυτὸ, ἀλλ' ἐν ἐκείνῳ, ἐξ οὗπερ ἔφυ, τὴν ὑπόστασιν ἔχει. Ὁ δὲ Θεὸς Λόγος, τὸ ἀπαύγασμα τῆς δόξης, οὐκ ἐνέργειά τίς ἐστιν ἀνυπόστατος τοῦ Πατρὸς, ἀλλ' ὑπόστασις ζῶσα, καὶ καθ' ἑαυτὴν ὑφεστῶσα. Οὐ γὰρ ἁπλῶς Λόγος ὠνό μασται, ἀλλὰ Θεὸς Λόγος· οὐδὲ μόνον ἀπαύγασμα δόξης, ἀλλὰ καὶ χαρακτὴρ ὑποστάσεως. Ἐπειδὴ γὰρ οὐχ οἷόν τε ἦν εἰκόνι μιᾷ σαφῶς διδάξαι τὰ θεῖα, διὰ πλειόνων εἰκόνων οὕτω πως ταῦτα μανθάνομεν. Καὶ τὸ μὲν ἀπαύγασμα τῆς δόξης διδάσκει τὸ συναΐδιον· 83.453 ὁ δὲ χαρακτὴρ τῆς ὑποστάσεως καὶ τὸ ἀκριβὲς τῆς ὁμοιότητος δείκνυσι, καὶ τὸ τῶν ὑποστάσεων διδά σκει διάφορον· ὁ δὲ λόγος δηλοῖ τὸ ἀπαθὲς τῆς γεννή σεως. Ἵνα γὰρ μὴ Υἱὸν ἀκούοντες εἰς ἀνθρωπίνας καταπέσωμεν ὑπονοίας, καὶ νομίσωμεν παραπλησίως ἡμῖν γεννηθῆναι τὸν τῶν ὅλων δημιουργὸν, Λόγον αὐτὸν προσηγόρευσε· ταύτῃ διδάσκων, ὡς ἡ γέννησις ἐκείνη πάθους παντὸς ἐλευθέρα. Οὐδὲ γὰρ ὁ νοῦς ὁ ἡμέτερος, ὠδίνων τὸν λόγον, δεῖται τῆς τοῦ θήλεος κοινωνίας, ἢ τομὴν, ἢ ῥεῦσιν ὑπομένει τινά· ἀλλὰ τέλειος ὢν, τέλειον ἀποτελεῖ τὸν λόγον. ∆ιὰ μὲν οὖν τούτων, καὶ τὸ τῆς γεννήσεως ἀπαθὲς, καὶ τὸ ἀΐδιον τοῦ Μονογενοῦς ἐδιδάχθημεν. Ὅτι δὲ καὶ ἰσο δύναμος τοῦ γεγεννηκότος, καὶ κατὰ πάντα ὅμοιός τε καὶ ἴσος, ἐκ τῆς τοῦ Κυρίου διδασκαλίας κατα μαθεῖν εὐπετές. "Ὁ Πατήρ μου γὰρ, φησὶν, ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι." Καί· "Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ." Καί· "Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι." Καί· "Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί." Καί· "Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα." Ἐν δὲ τούτοις σαφῶς τὸ ἀπαράλλακτον τῆς ὁμοιότητος ἔδειξε. Τοῦ γὰρ Φι λίππου τὸν Πατέρα δειχθῆναι παρακαλέσαντος, ὁ Κύριος ἑαυτὸν ἔδειξε, ταύτῃ διδάσκων, ὡς εἰκών ἐστι τοῦ γεννήσαντος ζῶσα, ἐναργῶς δεικνῦσα τοῦ γεγεν νηκότος τοὺς χαρακτῆρας. Ἔφη γὰρ πρὸς τὸν Φί λιππον· "Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;" Τὸν Πατέρα, φησὶν, ἐπι θυμεῖς ἰδεῖν ὁρῶν ἐμέ; Οὐκοῦν οὐκ ἔγνως ἐμέ· εἰ γὰρ ἐγνώκεις ἐμὲ, οὐκ ἂν ἰδεῖν ἐκεῖνον ἐπεπόθησας· ἐν ἐμοὶ γὰρ ὁ Πατὴρ θεωρεῖται. ∆ιὰ τοῦτο γὰρ ἐπ ήγαγεν· "Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα." Ὄψιν δὲ ἐνταῦθα τῆς πίστεως τὴν θεωρίαν ἐκάλεσε. "Τοσοῦτον γὰρ, φησὶ, χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;" Οὐκ εἶπεν, Οὐχ ἑώρα κας, ἀλλ' "Οὐκ ἔγνωκας." Ἑώρα γὰρ ὁ Φίλιππος τὸ ὁρώμενον, τὴν δὲ ἀόρατον οὐκ ἐθεώρει θεότητα. ∆ιὸ δὴ καὶ ᾐτιάθη, ὡς τὸν Υἱὸν οὐκ ἐγνωκὼς ἀκρι βῶς, καὶ τούτου εἵνεκα τὸν Πατέρα ποθήσας ἰδεῖν. Ἀλλὰ γὰρ εἰ πρὸς πᾶσαν αἵρεσιν ταῖς ἀποδείξεσι πάσαις χρησαίμεθα, οὐ δέκα μόνον, οὐδὲ εἴκοσι βίβλους τῆς κατηγορίας πληρώσομεν· κατὰ δὲ τούτων ἤδη δυοκαίδεκα πρώην συνεγράψαμεν λόγους, καὶ πρὸς τούτοις νῦν καὶ τῆς ἄλλης θεολογίας τε ἠθικῆς καὶ διδασκαλίας τὸν σκοπὸν ἐπεδείξαμεν. Γʹ. -Περὶ τοῦ ἁγίου Πνεύματος, καὶ τῶν θείων ὀνομάτων. Τὸ Πνεῦμα τοίνυν τὸ ἅγιον ἐκ τοῦ Θεοῦ καὶ Πα τρὸς ἔχειν τὴν ὕπαρξιν μεμαθήκαμεν. Ὁ δὲ τῆς ὑπάρξεως τρόπος, οὔτε τῇ κτίσει προσέοικεν· ἄκτι στον γὰρ τὸ πανάγιον Πνεῦμα· οὔτε τῷ μονογενεῖ Υἱῷ· οὐδεὶς γὰρ τῶν θεοφόρων γέννησιν προσηγό