1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

55

χρίσμα τοῦ Πνεύματος ὠνομάσθη Χριστός. Ἐχρίσθη δὲ, οὐχ ὡς Θεὸς, ἀλλ' ὡς ἄνθρωπος. Εἰ δὲ κατὰ τὸ ἀνθρώπειον κέχρισται, μετὰ τὴν ἐνανθρώπησιν καὶ Χριστὸς ὠνο μάσθη. Ἀλλ' ὅμως οὐκ ἄλλος ὁ Θεὸς Λόγος, καὶ ἄλλος ὁ Χριστός· ὁ γὰρ Θεὸς Λόγος ἐνανθρωπήσας ὠνομάσθη Χριστὸς Ἰησοῦς· ἐνηνθρώπησε δὲ, ἵνα τὴν ὑπὸ τῆς ἁμαρτίας διαφθαρεῖσαν νεουργήσῃ φύσιν. ∆ιὰ τοῦτο πᾶσαν τὴν ἡμαρτηκυῖαν ἔλαβεν, ἵνα πᾶσαν ἰάσηται. Οὐ γὰρ προκαλύμματι τῆς θεότητος χρώμενος ἀν έλαβε τὴν τοῦ σώματος φύσιν, κατὰ τὴν Ἀρείου καὶ 83.492 Εὐνομίου φρενοβλάβειαν· ῥᾴδιον γὰρ ἦν αὐτῷ καὶ δίχα σώματος ὀφθῆναι, καθάπερ πάλαι τῷ Ἀβραὰμ, καὶ τῷ Ἰακὼβ, καὶ τοῖς ἄλλοις ἁγίοις ἑωράθη· ἀλλ' ἠβουλήθη αὐτὴν τὴν ἡττηθεῖσαν φύσιν καταγωνί σασθαι τὸν ἀντίπαλον, καὶ τὴν νίκην ἀπολαβεῖν· τούτου δὴ χάριν καὶ σῶμα καὶ ψυχὴν ἀνέλαβε λογι κήν. Οὐ γὰρ τριχῆ διαιρεῖ τὸν ἄνθρωπον ἡ θεία Γραφὴ, ἀλλ' ἐκ ψυχῆς καὶ σώματος τόδε τὸ ζῶον συνεστάναι φησίν. Ὁ γὰρ Θεὸς ἐκ τοῦ χοὸς τὸ σῶμα διαπλάσας ἐνεφύσησε τὴν ψυχὴν, καὶ δύο φύσεις ἔδειξεν, οὐ τρεῖς. Ὁ δὲ αὐτὸς ∆εσπότης ἐν τοῖς Εὐ αγγελίοις φησί· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόν των τὸ σῶμα, τὴν δὲ ψυχὴν ἀποκτεῖναι μὴ δυναμέ νων." Καὶ πολλὰ δὲ τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ. Ὅτι δὲ οὐ προκάλυμμα τῇ θεότητι μη χανώμενος, κατὰ τοὺς τῶν αἱρετικῶν μύθους, ἀλλὰ διὰ τῆς ἀπαρχῆς παντὶ τῷ γένει τὴν νίκην πραγ ματευόμενος, τελείαν τὴν ἀνθρωπείαν φύσιν ἀν έλαβε, μάρτυς ἀληθὴς, καὶ διδάσκαλος ἀκριβὴς, ὁ θεῖος Ἀπόστολος. Ἐν γὰρ τῇ πρὸς Ῥωμαίους Ἐπιστολῆτὸ τῆς οἰκονομίας ἀποκαλύπτων μυστήριον οὕτως ἔφη· "∆ιὰ τοῦτο ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θά νατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους διῆλθεν ὁ θάνατος, ἐφ' ᾧ πάντες ἥμαρτον." ∆είξας δὲ διὰ τούτων τὴν τῆς ἁμαρτίας ἀρχὴν, καὶ τὸν ἐκ ταύτης βεβλαστηκότα καρπὸν, καὶ τὸν ταύτην ἐξ ἀρχῆς εἰσδεξάμενον, ἐπιδείκνυσι ταύτης τὸ τέλος. "Ἄχρι γὰρ νόμου, φησὶν, ἁμαρτία ἦν ἐν τῷ κόσμῳ, ἁμαρ τία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου· ἀλλ' ἐβασί λευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ, μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος." Μωϋσέα δὲ τὸν νόμον καλεῖ, μέχρι δὲ τῆς τοῦ Σωτῆρος ἐπιφανείας ἡ κατὰ τοῦτον ἐκράτει πολιτεία. Παραβαινόντων δὲ καὶ τῶν ὑπὸ τοῦτον πολιτευομένων, καὶ τῶν ὑπὸ τῷ νόμῳ τελούντων τῆς φύσεως, ἐβασί λευσεν εἰκότως ὁ θάνατος, κρατυνούσης αὐτοῦ τὴν δυναστείαν τῆς ἁμαρτίας· καταδίκη γὰρ ἦν τῆς ἁμαρτίας ὁ θάνατος. Οὕτω διδάξας πόθεν τε ἡ ἁμαρτία τὴν ἀρχὴν εἴληφε, καὶ μέχρι τίνος ὁ θάνα τος ἐβασίλευσε, δείκνυσι πῶς κατελύθη τούτων τὸ κράτος, καὶ τὴν ἀμέτρητον τοῦ Θεοῦ φιλανθρωπίαν ὑμνεῖ, λέγων οὕτως· "Ἀλλ' οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώ ματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ, καὶ ἡ δωρεὰ ἐν χάριτι τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν." Ὑπερβαίνει, φησὶν, ἡ τῆς φιλανθρωπίας φιλοτιμία τὸ δίκαιον. Ὁ μὲν γὰρ τῆς δικαιοσύνης ὅρος ἑνὸς ἡμαρτηκότος ἅπαν τὸ τούτου γένος τῷ θανάτῳ παρ έδωκεν· ὁ δὲ θεῖος ἔλεος, πάντων ἀνθρώπων ὑπὸ τὴν ἀρὰν γεγενημένων, καὶ ταῖς τῆς ἁμαρτίας πά γαις ἐμπεπαρμένων, δι' ἑνὸς δικαιοσύνην πᾶσι τὴν σωτηρίαν δεδώρηται. Ἄνθρωπον δὲ τὸν Σωτῆρα 83.493 προσηγόρευσεν, οὐκ ἀρνούμενος αὐτοῦ τὴν θεότητα (Θεὸν γὰρ οἶδεν αὐτὸν, καὶ Θεὸν τοῦ γεγεννηκότος ὁμότιμον), ἀλλὰ διδάσκων, ὡς τῷ ὁμοίῳ τὸ ὅμοιον ἐξιάθη, καὶ τῇ ἀπαρχῇ τὸ ὅλον ἡγιάσθη. Κατὰ γὰρ τὸ ἀνθρώπειον ὑπὸ νόμον γενόμενος, καὶ τὸν νόμον πεπληρωκὼς, τοὺς παραβεβηκότας τὸν νόμον τῆς ἀρᾶς ἠλευθέρωσεν. Εἶτα πάλιν τὸν αὐτὸν λόγον ἑτέ ρως ἀνακυκλοῖ· "Καὶ οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαν τος τὸ δώρημα. Τὸ μὲν γὰρ κρῖμα, ἐξ ἑνὸς εἰς κατάκριμα· τὸ δὲ χάρισμα, ἐκ πολλῶν παραπτωμά των εἰς