1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

53

βίου εὐκλη ρίαι τε καὶ δυσκληρίαι, μέσον τινὰ ἔχουσι κλῆρον. Οἷον γάρ τινα ὄργανα πρόκειται τοῖς ἀνθρώποις. Καὶ οἱ μὲν ἄριστοι τῶν ἀνθρώπων τὴν ἀρετὴν δι' ἑκάστου τῶν εἰρημένων κατασκευάζουσιν. Ἔστι γὰρ εὑρεῖν, καὶ πλούτῳ κομῶντας, καὶ πενίᾳ συζῶντας, ἀρετῆς ἐπιμελουμένους, καὶ ἐν ὑγείᾳ τὸν εὐεργέτην ἀνυμνοῦντας, καὶ ἐν νόσῳ καρτεροῦντας, καὶ δούλους σωφροσύνῃ καὶ δικαιοσύνῃ λαμπρυνομένους· καὶ αὖ πάλιν ἄλλους, τοὺς μὲν ἐν πενίᾳ τὴν κακίαν ἀσπα ζομένους, καὶ οὐ μόνον λωποδυτοῦντας, ἀλλὰ καὶ νεκροσυλίαν καὶ ἱεροσυλίαν τολμῶντας, τοὺς δὲ τὸν πλοῦτον ἀποφαίνοντας ὄργανον ἀδικίας, καὶ ἐν ὑγείᾳ μὲν ὑπεροψίᾳ κεχρημένους καὶ τύφῳ, ἐν δὲ νόσοις βλασφήμους ἐρυγγάνοντας λόγους. ∆ι' ὧν καταμα θεῖν εὐπετὲς, ὡς τῶν μετιόντων τῇ χρήσει, πλοῦτος καὶ πενία, καὶ δουλεία καὶ δεσποτεία, καὶ τὰ τού τοις προσόμοια, νῦν μὲν ἐπαινετὰ, νῦν δὲ ψεκτά. Ὥσπερ δὲ καὶ τὸν σίδηρον νῦν μὲν συνεργὸν ἀποκα λοῦμεν τῆς τῶν ἀνθρώπων ζωῆς, διὰ μὲν ἀρότρου, καὶ σκαπάνης, καὶ δικέλλης, γεωργοῦντα τὴν γῆν, διὰ δὲ δρεπάνου καθαίροντα τὰ φυτὰ, διὰ σκεπάρνου καὶ πρίονος καὶ οἰκιῶν καὶ σκευῶν διαφόρων κατα σκευὰς παρέχοντα· νῦν δέ τινες ἐπίβουλον ὀνομά ζουσι, τὸ ξίφος ὁρῶντες, καὶ τὰς διὰ τούτου γεγενη μένας σφαγάς. Ἀλλ' οὐδὲ τὸ ξίφος αἴτιον τῶν σφα γῶν, ἀλλ' ὁ κακῶς τῷ ξίφει χρησάμενος· οὔτε ὁ πλοῦτος καὶ ἡ πενία, καὶ ἡ ἄλλη τοῦ βίου εὐποτμία τε καὶ δυσποτμία, κατηγορίας ἄξιαι, ἀλλ' οἱ παρὰ τοὺς νόμους ἑκάστῳ τούτων χρησάμενοι. Εἰ γὰρ τούτων ἕκαστον φύσει πονηρὸν ἐτύγχανεν, οὐκ ἂν ἀγαθῶν τισιν ἐγένετο πρόξενον. Εὑρίσκομεν δὲ ὅμως πολλοὺς διὰ τούτων κατωρθωκότας τὴν ἀρετήν. Οὔτε οὖν κακὸν τὸ ἀγαθοῦ γιγνόμενον ὄργανον, οὔτ' αὖ πάλιν ἀγαθὸν τὸ ἐργαλεῖον ἑτέρῳ πρὸς πονηρίαν γιγνόμενον. Τὴν μέσην τοίνυν ἔχει τάξιν, καθάπερ τὰ φάρμακα. Καὶ γὰρ τὸ ὄπιον, καὶ τὸ κώνειον, εἰ ἄριστα κριθείη παρὰ τῶν ἰατρῶν, ἀλεξιφάρμακα γίγνεται· εἰ δὲ παρὰ τὸν τῆς τέχνης ληφθῇ λόγον, δηλητήρια καὶ ὀλέθρια. Ἔστι δὲ ὅτε ἄρτος καὶ οἶνος νόσον τοῖς χρωμένοις ἐπάγουσι· λώβην γὰρ ἡ ἀμετρία γεννᾷ. Οὕτω δὴ καὶ τὴν εὐπραξίαν, καὶ τὴν δυσπρα γίαν, οἱ μὲν σοφῶς κυβερνῶντες σωτήρια κατα σκευάζουσι φάρμακα· οἱ δὲ ἀφρόνως καὶ ἀσυνέτως, ἀφορμὰς ὀλέθρου διὰ τούτων εἰσδέχονται. Ταῦτα μὲν οὖν, καὶ ὅσα τούτοις προσόμοια, εὐκαρπία γῆς, καὶ ἀκαρπία, εὔπλοιά τε καὶ ναυαγία, τῆς θείας προνοίας ἐξήρτηται. ∆ιὸ δὴ στέργειν ἅπαντας χρὴ τὰ παρ' αὐτῆς γιγνόμενα, καὶ μὴ πολυπραγμονεῖν τὰς αἰτίας· ἀνέφικτος γὰρ τῶν θείων πηδαλίων ὁ λόγος· 83.488 ἐπιμελεῖσθαι δὲ τῶν ἐφ' ἡμῖν, καὶ τὴν μὲν κακίαν πάμπαν ἀποσκευάζεσθαι, εἰσοικίζεσθαι δὲ τὴν ἀρετὴν, καὶ τοῖς ταύτης μορίοις φαιδρύνεσθαι· καὶ καθάπερ αἱ φιλόκοσμοι γυναῖκες κομμωτικῇ τέχνῃ τὸ σῶμα λαμπρύνουσιν, οὕτω τῆς ψυχῆς καλλωπίζειν τὴν ὥραν τοῖς τῆς σωφροσύνης, καὶ δικαιοσύνης, καὶ ἀνδρείας, καὶ φρονήσεως ἄνθεσιν. Ἐφ' ἡμῖν γὰρ τούτων ἡ κτῆσις. Ἀβελτηρίας δὲ ἐσχάτης, τῶν μὲν οὐκ ἐφ' ἡμῖν τὴν κτῆσιν ἐπιζητεῖν, καὶ ταῦτα μετα βολαῖς ὀξυῤῥόποις ὑποκειμένην, τῶν δὲ ὑπὸ τὴν ἡμε τέραν ἐξουσίαν τελούντων, εὐκλεῶν τε ὄντων, καὶ τὸ διαρκὲς ἐχόντων, καὶ μόνιμον, ὡς εὐώνων τινῶν, καὶ οὐδενὸς λόγου ἀξίων καταφρονεῖν. Εἰ ταύτην τῶν ἀνθρωπίνων γνοίημεν τὴν διαίρεσιν, στέρξομεν τὰ τῶν θείων οἰάκων κινήματα, καὶ περὶ τῆς τὰ πάντα κυβερνώσης Προνοίας οὐκ ἐνδοιάσομεν. Ὁρῶμεν γὰρ κατὰ τὴν τάξιν ἐναλλαττομένας τοῦ ἔτους τὰς ὥρας, εἰς καιρὸν δὲ πάντα φυόμενα, καὶ κατὰ καιρὸν γιγνόμενον ἕκαστον. Οὐ γὰρ κατὰ τοὺς Μάνεντος ἀσελγεστάτους μύθους, οἱ τῆς ὕλης ἄρχοντες, τῆς τοῦ φωτὸς ἱμειρόμενοι θυγατρὸς, καὶ ταύτην κατα διώκοντες, ἱδροῦσι, καὶ τὸν ὑετὸν χορηγοῦσιν· ἀλλ' ὁ τῶν ὅλων ∆ημιουργὸς νεύει, καὶ τὰ νέφη συν ίσταται. Καὶ τοῦτο σαφῶς ἡ θεία διδάσκει Γραφή. "Ἀνάγων γὰρ, φησὶ, νεφέλας ἐξ ἐσχάτων τῆς