1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

56

δικαίωμα." Ὅτε, φησὶν, εἷς ἥμαρτε, κατ εκρίθησαν ἅπαντες· νῦν δὲ πάντων ἡμαρτηκότων, ἅπασι τοῖς βουλομένοις ἡ διὰ πίστεως πρόκειται σωτηρία. Οὕτως δείξας τῆς κοινῆς ἁμαρτίας τὴν τοῦ ἑνὸς δικαιοσύνην ἀλεξίκακον γενομένην, δείκνυσι δι' αὐτοῦ καὶ τὴν τοῦ θανάτου τελεσθεῖσαν κατάλυσιν. "Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβα σίλευσε διὰ τοῦ ἑνὸς, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος, καὶ τῆς δωρεᾶς, καὶ τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζωῇ βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰη σοῦ Χριστοῦ." Τοῦ θανάτου πρόξενος, φησὶν, ἡ ἁμαρτία, τῆς δὲ ἐν βασιλείᾳ ζωῆς ἡ τοῦ ἑνὸς δικαιο σύνη. Σωζόμεθα, οὐ νόμῳ, ἀλλὰ τῷ οἴκτῳ τῷ θείῳ τῆς σωτηρίας τυγχάνοντες. Ὁ γὰρ τοῦ δικαίου νόμος πάντας εἰς τιμωρίαν ἦγε. Πάντες γὰρ τῆς ἁμαρτίας ἐργάται κατέστημεν. Εἰ γὰρ ἑνὸς ἡμαρτη κότος κατεκρίθη τὸ γένος, πάντως δήπουθεν δικαιό τερον τοὺς ὑπὸ τὴν ἁμαρτίαν τελέσαντας, τὴν κόλα σιν δέξασθαι. Ἀλλ' ὁ θεῖος ἔλεος ὑπερέβη τοῦ δικαίου τοὺς ὅρους, καὶ ἡ φιλανθρωπία νενίκηκε τὴν ἰσότητα, καὶ ἑνὸς τὸν νόμον πεπληρωκότος, πάντας τοὺς τούτῳ πιστεῦσαι βουλομένους ἀπολαύειν τῆς σωτηρίας ἔξ εστι. ∆είξας δὲ ἐν τούτοις τὸ τῆς φιλανθρωπίας ἀστάθμητον, πάλιν ἐπὶ τὸν τοῦ λόγου μεταβαίνει λόγον. Ἆρα οὖν "ὡς δι' ἑνὸς παραπτώματος εἰς πάν τας τοὺς ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι' ἑνὸς δικαιώματος, εἰς πάντας ἀνθρώπους, εἰς δι καίωσιν ζωῆς." Εἶτα ἀπὸ τῶν πραγμάτων ἐπὶ τὰ πρόσωπα μεταβαίνει. "Ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται οἱ πολλοί." Σφόδρα δὲ ἀναγκαίως ἐφ' ἑκατέρου τὸ "οἱ πολλοὶ" τέθεικε. Καὶ γὰρ τοῦ Ἀδὰμ ἡμαρτηκότος, καὶ τῶν πλείστων τοὺς θείους παραβεβηκότων νόμους, διέμεινάν τινες ἐπὶ τῶν ὅρων τῆς φύσεως, καὶ τῆς ἀρετῆς ἐγένοντο φροντι σταὶ, ὡς Ἄβελ, καὶ Ἐνὼχ, καὶ Νῶε, καὶ οἱ πατριάρχαι, καὶ οἱ προφῆται, καὶ ἕτεροι πλεῖστοι, οὐ μόνον παρὰ Ἰουδαίοις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἔθνεσι, περὶ ὧν ὁ θεῖος εἶπεν Ἀπόστολος· "Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος." Καὶ μετὰ τὴν τοῦ Σωτῆρος ἐπιφάνειαν οὐχ ἅπαντες ἀπολαύουσι τῆς σωτηρίας, ἀλλ' οἱ πιστεύοντες, καὶ 83.496 κατὰ τοὺς θείους αὐτοῦ πολιτευόμενοι νόμους. Τούτου δὴ χάριν, καὶ ἐπὶ τῆς εἰκόνος, καὶ ἐπὶ τοῦ ἀρχετύ που, τὸ "πολλοὶ" τέθεικεν. Ἀλλ' ἴδωμεν τίνος χάριν ἐνηνθρώπησεν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, καὶ ἀν θρωπείαν φύσιν λαβὼν, ἄνθρωπος ἐχρημάτισε. Τὴν αὐτὴν δὲ ἡμῖν διδασκαλίαν προσενήνοχε κἀν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ. Λέγει δὲ οὕτως· "Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοι μημένων. Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν." Εἶτα ἀπὸ τῆς φύσεως ἐπὶ τὰ πρόσωπα μεταβαίνει, καί φησιν "Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." Καὶ οὐκ εἶπε σωθήσονται, ἀλλὰ ζωοποιηθήσονται· κοινὴ μὲν γὰρ ἡ ἀνάστασις, μετὰ δὲ τὴν ἀνάστασιν γενήσεται ἡ διάκρισις· καὶ τοῦτο δεδήλωκεν, ἐπαγαγών· "Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι." Πολλὰ γὰρ καὶ κολαζομένων καὶ σωζομένων τάγματα. Κατὰ γὰρ τὴν τῆς δικαιοσύνης καὶ ποιότητα καὶ πο σότητα, αἱ τῶν δωρεῶν ἀντιδόσεις παρασχεθήσονται. Ὡσαύτως δὲ καὶ κατὰ τὴν ἁμαρτημάτων διαφορὰν αἱ τιμωρίαι γενήσονται. ΙΒʹ. -Ὅτι σῶμα ὁ ∆εσπότης ἀνέλαβεν. Ἐπειδὴ τοίνυν τὴν τῆς θείας ἐνανθρωπήσεως μεμαθήκαμεν αἰτίαν, φέρε δείξωμεν, ταῖς τῶν θείων λογίων χρώμενοι μαρτυρίαις, ὅτι τὸ σῶμα τὸ ἀνθρώ πειον ἐνανθρωπήσας ὁ Θεὸς Λόγος ἀνέλαβε. Πρῶτον μὲν γὰρ τὰ σπάργανα, σώματος, οὐ θεότητος ἦν· ἔπειτα δὲ τὸ βούτυρον, καὶ τὸ μέλι, ὃ προφήτης πόῤῥωθεν προαγορεύει,