1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

48

ἡμᾶς ὁ πάνσοφος ἐδίδαξε Παῦλος, εἰπών· "Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύμα εἰς διακονίαν ἀποστελλό μενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;" Καὶ αὐτὸς δὲ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· "Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τού των τῶν ἐλαχίστων τῶν πιστευόντων εἰς ἐμέ· ἀμὴν γὰρ λέγω ὑμῖν, καθ' ἡμέραν οἱ ἄγγελοι αὐτῶν ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρός μου, τοῦ ἐν οὐρα νοῖς." Ὁ δὲ θεσπέσιος ∆ανιὴλ ὁ προφήτης, καὶ ἐθνῶν ἄρχοντας εἶναι λέγει τινάς· μᾶλλον δὲ οὐκ αὐτὸς, ἀλλ' ἐκείνῳ προσδιαλεγόμενος ἄγγελος. "Ἔστη γὰρ, φησὶν, ἐξεναντίας μου, ὁ ἄρχων Περσῶν." Μέμνηται δὲ τοῦ ἄρχοντος τῶν Ἑλλήνων, καὶ προστέθεικεν, ὡς οὐδεὶς ἕτερος αὐτῷ συνέπραξεν ὑπὲρ τῆς Ἰουδαίων ἐλευθερίας πρεσβευομένῳ πρὸς τὸν Θεὸν, εἰ μὴ Μιχαὴλ ὁ ἄρχων αὐτῶν. Καὶ ὁ μέγας δὲ Μωϋσῆς ἐν τῇ ᾠδῇ ἔφη· "Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, οὒς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ." Τεκμηριοῖ δὲ καὶ ταῦτα, καὶ τὰ ἐν τῷ ∆ανιὴλ εἰρη μένα, καὶ τὰ ὑπὸ τοῦ Κυρίου λεχθέντα, τινὰς μὲν τῶν ἀγγέλων ἐθνῶν προστατεύειν, τινὰς δὲ ἑνὸς ἑκά στου τῶν ἀνθρώπων πεπιστεῦσθαι τὴν ἐπιμέλειαν, ὥστε μὴ σίνεσθαι αὐτοὺς καὶ πημαίνειν τοὺς ἀλά στορας δαίμονας. Πεποιῆσθαι δὲ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων τοὺς ἀγγέλους πιστεύομεν· οὕτω γὰρ ἐδιδάχθη μεν. Ὁ μὲν γὰρ ὑμνοποιὸς ∆αβὶδ, ὑμνῆσαι παρεγ γυήσας τοῖς ἀγγέλοις καὶ ταῖς ἐπουρανίαις δυνάμεσι τὸν τῶν ὅλων Θεὸν, ἐπήγαγεν· "Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν." Καὶ πάλιν· "Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα." Οἱ δὲ τρεῖς παῖδες ἐν τῇ καμίνῳ τὸν Θεὸν εὐλογοῦν τες, πᾶσαν μὲν τὴν κτίσιν εἰς κοινωνίαν τῆς ὑμν ωδίας ἐκάλεσαν, πρώτους δὲ τοὺς ἀγγέλους. Ἔχει δὲ οὕτως τὸ τῆς ὑμνῳδίας προοίμιον· "Εὐλογεῖτε, 83.473 πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· ὑμνεῖτε, καὶ ὑπερυψοῦε αὐτὸν εἰς τοὺς αἰῶνας." Εἶτ' εὐθὺς ἐπισυνάπτουσιν· "Εὐλογεῖτε, ἄγγελοι Κυρίου, τὸν Κύριον·" διδάσκοντες, ὡς μέρος καὶ οὗτοι τῶν θείων ἔργων εἰσίν. Ὁ δὲ θεῖος Ἀπόστολος τοῦτο σαφέστερον ἡμᾶς ἐξεπαίδευσε. Τοῦ γὰρ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνημονεύσας, ἐπήγαγεν· "Ὅτι ἐν αὐτῷ ἐκτίσθη πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, εἴτε ὁρατὰ, εἴτε ἀόρατα." Καὶ ὡς δῆλα κατα λιπὼν τὰ ὁρώμενα, τῶν ἀοράτων λέγει τὰ τάγματα· "Εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι, πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται." Ταῦτα καὶ περὶ τῶν ἀγγέλων φρονεῖν ἐδιδάχθημεν. Ηʹ. -Περὶ τοῦ διαβόλου καὶ τῶν δαιμόνων. Τὸν δὲ διάβολον καὶ τοὺς ὑπ' ἐκείνῳ τελοῦντας δαίμονας, κατὰ τοὺς Μαρκίωνος, καὶ Κέρδωνος, καὶ τοὺς Μάνεντος μύθους, οὐκ ἀγενήτους εἶναί φαμεν. Εἰ γὰρ ἀγένητοι, ὁμότιμοι ἄρα τῷ τῶν ὅλων Θεῷ· εἰ δὲ ὁμότιμοι, δῆλον ὅτι καὶ ἰσοδύναμοι· εἰ δὲ ἰσο δύναμοι, πῶς ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων δημιουργηθῆ ναί φαμεν; Πῶς γὰρ ἂν κολασθεῖεν ἐνδίκως οἱ τοιαύτην φύσιν ἐξ ἀρχῆς εἰληχότες; Ὅτι δὲ κολα σθήσονται, διαῤῥήδην εἶπεν ὁ Κύριος τοῖς ἐξ εὐωνύ μων· "Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ." Τοῦτο δὲ καὶ αὐτοὶ σαφῶς οἱ δαίμονες ἴσασιν· ὅθεν ἐβόων· "Τί ἡμῖν καὶ σοὶ, Υἱὲ Θεοῦ τοῦ ὑψίστου; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;" Καὶ πάλιν· "Ὁρκίζω σε, μή με βασανίσῃς." Ὅτι μὲν οὖν κολασθήσονται, σαφῶς ἐδιδάχθημεν. Σκοπήσωμεν δὲ λοιπὸν, εἰ δικαίως τοῦτο πείσονται φύσιν τοιαύτην παρὰ τοῦ πεποιηκό τος δεξάμενοι. Πῶς δ' ἂν ἀγαθὸς εἰκότως κληθείη τῆς κακίας ὁ ποιητὴς, πῶς δὲ δίκαιος ὁ φύσιν κολά ζων ἀγαθόν τι δράσαι μὴ δυναμένην, ἀλλὰ τοῖς τῆς κακίας πεπεδημένην δεσμοῖς; Ἀλλὰ δίκαιον ἴσμεν τὸν τῶν ὅλων Θεὸν, καὶ δικαιοσύνης πηγήν· οὔκουν ἀδίκως κολάσει τοὺς δαίμονας, καὶ