1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

22

σύμφωνον ψῆφον ἐξενεγκόντες. Ἐπει δὴ δὲ ἀντέτεινε, καὶ τὴν τῆς Ἐκκλησίας κατεῖχεν ἡγεμονίαν, Αὐρηλιανὸν τηνικαῦτα βασιλεύοντα διδά ξαντες τὴν τοῦ Παύλου θρασύτητα, ἔπεισαν ἐξελᾶ σαι τῆς Ἐκκλησίας. Καὶ γὰρ τῇ τῶν εἰδώλων θεραπείᾳ δεδουλωμένος ὑπέλαβε δίκαιον, τὸν τῇ τῶν ὁμοπίστων ἀντιλέγοντα ψήφῳ, τῆς ἐκείνων ἀποτμηθῆναι συμμορίας. Θʹ. -Περὶ Σαβελλίου. Σαβέλλιος δὲ ὁ Λίβυς ὁ Πενταπολίτης, τοιαύ της ἦρξεν αἱρέσεως. Μίαν ὑπόστασιν ἔφησεν εἶναι τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, καὶ ἓν τριώνυμον πρόσωπον, καὶ τὸν αὐτὸν, ποτὲ μὲν ὡς Πατέρα καλεῖ, ποτὲ δὲ ὡς Υἱὸν, ποτὲ δὲ ὡς ἅγιον Πνεῦμα· καὶ ἐν μὲν τῇ Παλαιᾷ ὡς Πατέρα νομοθετῆσαι, ἐν δὲ τῇ Καινῇ ὡς Υἱὸν ἐνανθρωπῆσαι· ὡς Πνεῦμα δὲ ἅγιον τοῖς ἀποστόλοις ἐπιφοιτῆσαι. Κατὰ τούτου συνέγραψε ∆ιονύσιος, ὁ τῆς Ἀλε-ξανδρέων ἐπίσκοπος. Ιʹ. -Περὶ Μαρκέλλου. Μάρκελλος δὲ ὁ Γαλάτης τούτῳ μὲν παρα 83.397 πλησίως ἠρνήθη τῶν ὑποστάσεων τὴν τριάδα. Ἔκ τασιν δέ τινα τῆς τοῦ Πατρὸς θεότητος ἔφησεν εἰς τὸν Χριστὸν ἐληλυθέναι, καὶ ταύτην Θεὸν Λόγον ἐκάλεσε· μετὰ δὲ τὴν σύμπασαν οἰκονομίαν πάλιν ἀνασπασθῆναι, καὶ συσταλῆναι πρὸς τὸν Θεὸν, ἐξ οὗπερ ἐξετάθη. Τὸ δὲ πανάγιον Πνεῦμα παρέκτασιν τῆς ἐκτάσεως λέγει, καὶ ταύτην τοῖς ἀποστόλοις παρασχεθῆναι. Καὶ ἁπαξαπλῶς ὑπέθετο Τριάδα ἐκ τεινομένην καὶ συστελλομένην κατὰ διαφόρους οἰκο νομίας. ΙΑʹ. Περὶ Φωτεινοῦ. Ὁ δὲ Φωτεινὸς, μίαν ἐνέργειαν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος εἴρηκεν, ἑτέροις ὀνόμασι τὴν τῶν Σαβελλίου δογμάτων κηρύττων διάνοιαν. Κατὰ τῶν τεττάρων τούτων συνέγραψεν ὁ θεῖος ∆ιό δωρος ὁ τὴν Κιλίκων ἰθύνας μητρόπολιν, Θεὸν προαιώνιον τὸν Χριστὸν ἀποδείξας, ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐνανθρωπήσαντα, καὶ τὴν τῶν ἀνθρώπων πραγματευσάμενον σωτηρίαν. Ταύτας ἁπάσας τὰς αἱρέσεις ἐπὶ ἀναιρέσεως τοῦ Μονογενοῦς θεότητος ἐπινενόηκεν ὁ τῶν ἀνθρώπων ἀλάστωρ· ἀλλ' ἔσβεσεν ἁπάσας ὁ ἐπιτιμῶν ἀβύσσῳ, καὶ ξηραίνων αὐτὴν, ὁ λέγων τῇ ἀβύσσῳ· "Ἐρημωθήσῃ, καὶ τοὺς ποτα μούς σου ξηρανῶ." Οὐδὲ γὰρ βραχὺ τούτων δι έμεινε λείψανον· οὐ Κηρινθιανῶν, οὐκ Ἐβιωνέων, οὐ Θεοδοτιανῶν, οὐκ Ἐλκεσαίων, οὐ Μελχισεδεκια νῶν, οὐ Σαβελλιανῶν, οὐ Παυλιανιστῶν, οὐ Μαρκελ λιανῶν, οὐ Φωτεινιανῶν· ἀλλὰ πάντα καθάπαξ τῷ ζόφῳ παρεδόθη τῆς λήθης, καὶ οὐδὲ τὰ τούτων ὀνό ματα τοῖς πολλοῖς ἐστι γνώριμα. Ἀψευδὴς γὰρ τοῦ Σωτῆρος ἡμῶν ὁ λόγος, ὅτι "Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσε ται." Τὰ δὲ θεῖα τῶν Εὐαγγελίων τέθηλε δόγματα, καὶ ἐξετάθη μέχρι θαλάττης τῶν ἀποστόλων τὰ κλή ματα, καὶ αἱ παραφυάδες τὴν οἰκουμένην ἐπλήρω σαν, καὶ ἐπληρώθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας, καὶ τῆς προῤῥήσεως τὴν ἀλήθειαν ἔδειξε τῶν πραγμά των ἡ μαρτυρία. ΑΙΡΕΤΙΚΗΣ ΚΑΚΟΜΥΘΙΑΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ. Πρόλογος. αʹ. Περὶ Νικολαϊτῶν. βʹ. Περὶ Μοντανιστῶν. γʹ. Περὶ Νοητοῦ τοῦ Σμυρναίου. δʹ.