1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

70

τῶν ἐπιβούλων Βοσποριανῶν. Μετὰ δὲ χρόνους τινάς, στεφανηφοροῦντος καὶ πρωτεύοντος τῆς Χερσωνιτῶν Στρατοφίλου, τοῦ Φιλομούσου, πάνυ σοφωτάτη οὖσα ἡ Γυκία καὶ θέλουσα δοκιμάσαι τοὺς Χερσωνίτας καὶ γνῶναι, εἰ ἄρα ἀληθῶς μέλλουσιν τὴν τοῦ ὅρκου ὑπόσχεσιν ἐκπληροῦν καὶ θάπτειν αὐτὴν ἐν μέσῳ τῆς πόλεως, συλλογισαμένη μετὰ τῶν παιδισκῶν αὐτῆς, ἐποίησεν ἑαυτήν τινα ἀηδιζομένην καὶ ἀποθανοῦσαν. Καὶ κηδεύσασαι αὐτὴν αἱ παιδίσκαι, ἐμήνυσαν τοῖς πολίταις λέγουσαι, ὅτι· "Ἡ κυρία ἡμῶν ἐτελεύτησεν, καὶ ἐν ποίῳ τόπῳ μέλλει θάπτεσθαι, ὑποδείξατε ἡμῖν." Οἱ δὲ Χερσωνῖται ἀκούσαντες, ὅτι τέθνηκεν ἡ Γυκία, σκεψάμενοι καθ' ἑαυτούς, οὐκέτι τὸ ἱκανὸν τοῦ ὅρκου ἔσπευσαν ποιῆσαι, ὥστε ἐν μέσῳ τῆς πόλεως αὐτὴν ταφῆναι, ἀλλὰ ἄραντες αὐτὴν ἐξήνεγκαν ἔξω τῆς πόλεως θάψαι. Ἀποτεθέντος δὲ τοῦ κραββάτου πρὸς τὸ μνῆμα, ἀνακαθίσασα ἡ Γυκία καὶ περιβλεψαμένη πάντας τοὺς πολίτας, λέγει· "Αὕτη ὑμῶν ἐστιν ἡ μεθ' ὅρκου ὑπόσχεσις; Οὕτως ἀληθεύετε περὶ πάντων; Ἄβαλε λοιπὸν τῷ πιστεύοντι Χερσωνίτῃ πολίτῃ." Οἱ δὲ Χερσωνῖται ἰδόντες τὴν ὑπ' αὐτῆς γενομένην αὐτῶν χλεύην, αἰσχυνθέντες μεγάλως ἐπὶ τῷ γεγονότι τῆς παραβασίας πράγματι, παρεκάλουν αὐτὴν πολλὰ τοῦ ἡσυχάσαι καὶ παραχωρῆσαι αὐτοῖς τὸ πταῖσμα καὶ μὴ ἐπὶ πλεῖον ὀνειδίζειν αὐτοῖς. Λοιπὸν δευτέροις ὅρκοις αὐτὴν ἐπιστώσαντο, ὥστε μηκέτι ἔξω τῆς πόλεως θάψαι αὐτήν, ἀλλ' ἐν μέσῳ τῆς πόλεως, ὃ δὴ καὶ ἐποίησαν. Καὶ γὰρ αὐτῆς ζώσης ἔτι, ἐν ᾧ τόπῳ ᾑρετίσατο, τὴν σορὸν αὐτῆς ἐστήσαντο, καὶ ἀνδριάντα χαλκοῦν καὶ ἕτερον ἤγειραν, καὶ τοῦτον χρυσώσαντες ἔστησαν πρὸς τῇ ταφῇ αὐτῆς πρὸς περισσοτέραν πίστωσιν. Ἰστέον, ὅτι ἔξω τοῦ κάστρου Ταμάταρχα πολλαὶ πηγαὶ ὑπάρχουσιν ἄφθαν ἀναδιδοῦσαι. Ἰστέον, ὅτι ἐν Ζιχίᾳ πρὸς τὸν τόπον τῆς Πάγης, τῆς οὔσης εἰς τὸ μέρος τῆς Παπαγίας, ἐν ᾧ κατοικοῦσι Ζιχοί, ἐννέα πηγαὶ εἰσὶν ἄφθαν ἀναδιδοῦσαι, πλὴν οὐχ ὁμοχροοῦσιν τῶν ἐννέα πηγῶν τὰ ἔλαια, ἀλλὰ τὰ μὲν ἐξ αὐτῶν εἰσιν ἐρυθρά, τὰ δὲ ξανθά, τὰ δὲ μελανώτερα. Ἰστέον, ὅτι ἐν Ζιχίᾳ ἐν τῷ τόπῳ τῷ καλουμένῳ Πάπαγι, ἐν ᾧ καὶ πλησίον ἔστι χωρίον ἐπονομαζόμενον Σαπαξί, ὃ ἑρμηνεύεται "κονιορτός", ἔστιν ἐκεῖσε βρύσις ἄφθαν ἀναδιδοῦσα. Ἰστέον, ὅτι καὶ ἑτέρα βρύσις ἔστιν ἐκεῖσε ἄφθαν ἀναδιδοῦσα ἐν τῷ χωρίῳ τῷ καλουμένῳ Χαμούχ. Τὸ δὲ Χαμούχ ἐστιν ὄνομα τοῦ συστησαμένου ἀρχαίου ἀνδρὸς τὸ χωρίον· τὸ οὖν χωρίον ἐκεῖνο διὰ τοῦτο ἐκλήθη Χαμούχ. Ἀπέχουσι δὲ οἱ τοιοῦτοι τόποι ἀπὸ τῆς θαλάσσης ὁδὸν ἰδιοκαβάλλου ἡμέρας μιᾶς. Ἰστέον, ὅτι ἐν τῷ θέματι ∆ερζηνῆς πλησίον τοῦ χωρίου τοῦ Σαπικίου καὶ τοῦ χωρίου τοῦ ὀνομαζομένου Ἐπισκοπείου, ἔστιν πηγὴ ἄφθαν ἀναδιδοῦσα. Ἰστέον, ὅτι ἐν τῷ θέματι τοῦ Τζιλιάπερτ ὑπὸ τὸ χωρίον τὸ Σρεχιαβαρὰξ ἔστιν ἐκεῖσε πηγὴ ἄφθαν ἀναδιδοῦσα. Ἰστέον, ὅτι εἰ ἀντάρωσί ποτε οἱ τοῦ κάστρου Χερσῶνος, ἢ ἐναντία τῶν βασιλικῶν κελεύσεων βουληθῶσι διαπράξασθαι, ὀφείλουσιν τηνικαῦτα, ὅσα εὑρεθῶσιν ἐν τῇ πόλει Χερσωνίτικα καράβια, μετὰ τοῦ γόμου αὐτῶν εἰσκομίζεσθαι, οἱ δὲ ναῦται καὶ ἐπιβάται Χερσωνῖται ἵνα δεσμεύωνται καὶ ἐναποκλείωνται εἰς τὰ ἐργαλεῖα, εἶθ' οὕτως ὀφείλουσιν ἀποσταλῆναι τρεῖς βασιλικοί· εἷς μὲν ἐν τῇ παραλίᾳ τοῦ θέματος τῶν Ἀρμενιάκων, ἕτερος δὲ ἐν τῇ παραλίᾳ τοῦ θέματος Παφλαγονίας καὶ ἄλλος ἐν τῇ παραλίᾳ τοῦ θέματος τῶν Βουκελλαρίων, ἵνα πάντα τὰ Χερσωνίτικα καράβια κρατῶσιν, καὶ τὸν μὲν γόμον καὶ τὰ καράβια εἰσκομίζωσιν, τοὺς δὲ ἀνθρώπους δεσμεύωσι καὶ ἐναποκλείωσιν εἰς δημοσίους φυλακάς, καὶ ἀναγάγωσι περὶ τούτων, καὶ ὡς ἂν δέξωνται. Πρὸς τούτοις ἵνα οἱ τοιοῦτοι βασιλικοὶ κωλύωσι καὶ τὰ Παφλαγονικὰ καὶ Βουκελλαρικὰ πλοῖα καὶ πλαγίτικα τοῦ Πόντου τοῦ μὴ διαπερᾶν ἐν Χερσῶνι μετὰ σίτου ἢ οἴνου ἢ οἱασδήποτε χρείας ἢ πραγματείας. Εἶθ' οὕτως ὀφείλει δέξασθαι καὶ ὁ στρατηγὸς τοῦ κόψαι καὶ τὰς δέκα λίτρας, τὰς διδομένας ἀπὸ τοῦ δημοσίου εἰς τὸ κάστρον Χερσῶνος, καὶ τὰς δύο τοῦ πάκτου, καὶ τηνικαῦτα ἀναχωρῆσαι ἀπὸ Χερσῶνος τὸν στρατηγὸν καὶ ἀπελθεῖν ἐν ἑτέρῳ κάστρῳ καὶ