1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

6

∆ανουβίου στόμιον ἔρχονται. Ἀπὸ δὲ τοῦ ∆ανουβίου καταλαμβάνουσιν εἰς τὸν Κωνοπάν, καὶ ἀπὸ τοῦ Κωνοπᾶ εἰς Κωνστάντιαν *** εἰς τὸν ποταμὸν Βάρνας, καὶ ἀπὸ Βάρνας ἔρχονται εἰς τὸν ποταμὸν τὴν ∆ιτζίναν, ἅπερ πάντα εἰσὶ γῆ τῆς Βουλγαρίας. Ἀπὸ δὲ τῆς ∆ιτζίνας εἰς τὰ τῆς Μεσημβρίας μέρη καταλαμβάνουσιν, καὶ οὕτως μέχρι τούτων ὁ πολυώδυνος αὐτῶν καὶ περίφοβος, δυσδιέξοδός τε καὶ χαλεπὸς ἀποπεραίνεται πλοῦς. Ἡ δὲ χειμέριος τῶν αὐτῶν Ῥῶς καὶ σκληρὰ διαγωγή ἐστιν αὕτη. Ἡνίκα ὁ Νοέμβριος μὴν εἰσέλθῃ, εὐθέως οἱ αὐτῶν ἐξέρχονται ἄρχοντες μετὰ πάντων τῶν Ῥῶς ἀπὸ τὸν Κίαβον, καὶ ἀπέρχονται εἰς τὰ πολύδια, ὃ λέγεται γύρα, ἤγουν εἰς τὰς Σκλαβηνίας τῶν τε Βερβιάνων καὶ τῶν ∆ρουγουβιτῶν καὶ Κριβιτζῶν καὶ τῶν Σεβερίων καὶ λοιπῶν Σκλάβων, οἵτινές εἰσιν πακτιῶται τῶν Ῥῶς. ∆ι' ὅλου δὲ τοῦ χειμῶνος ἐκεῖσε διατρεφόμενοι, πάλιν ἀπὸ μηνὸς Ἀπριλίου, διαλυομένου τοῦ πάγους τοῦ ∆ανάπρεως ποταμοῦ, κατέρχονται πρὸς τὸν Κίαβον. Καὶ εἶθ' οὕτως ἀπολαμβάνονται τὰ αὐτῶν μονόξυλα, καθὼς προείρηται, καὶ ἐξοπλίζονται, καὶ πρὸς Ῥωμανίαν κατέρχονται. Ὅτι οἱ Οὖζοι δύνανται τοῖς Πατζινακίταις πολεμεῖν. 10 Περὶ τῆς Χαζαρίας, πῶς δεῖ πολεμεῖσθαι καὶ παρὰ τίνων. Ὅτι οἱ Οὖζοι δύνανται πολεμεῖν τοὺς Χαζάρους, ὡς αὐτοῖς πλησιάζοντες, ὁμοίως καὶ ὁ ἐξουσιοκράτωρ Ἀλανίας. Ὅτι τὰ ἐννέα κλίματα τῆς Χαζαρίας τῇ Ἀλανίᾳ παράκεινται, καὶ δύναται ὁ Ἀλανός, εἰ ἄρα καὶ βούλεται, ταῦτα πραιδεύειν καὶ μεγάλην βλάβην καὶ ἔνδειαν ἐντεῦθεν τοῖς Χαζάροις ποιεῖν· ἐκ γὰρ τῶν ἐννέα τούτων κλιμάτων ἡ πᾶσα ζωὴ καὶ ἀφθονία τῆς Χαζαρίας καθέστηκεν. 11 Περὶ τοῦ κάστρου Χερσῶνος καὶ τοῦ κάστρου Βοσπόρου. Ὅτι τοῦ ἐξουσιοκράτορος Ἀλανίας μετὰ τῶν Χαζάρων μὴ εἰρηνεύοντος, ἀλλὰ μᾶλλον προτιμοτέραν τιθεμένου τὴν φιλίαν τοῦ βασιλέως Ῥωμαίων, ἐὰν οἱ Χάζαροι οὐ βούλωνται τὴν πρὸς τὸν βασιλέα φιλίαν καὶ εἰρήνην τηρεῖν, δύναται μεγάλως αὐτοὺς κακοῦν, τάς τε ὁδοὺς ἐνεδρεύων καὶ ἀφυλάκτως αὐτοῖς ἐπιτιθέμενος ἐν τῷ διέρχεσθαι πρός τε τὸ Σάρκελ καὶ τὰ κλίματα καὶ τὴν Χερσῶνα. Καὶ εἰ ποιήσηται σπουδὴν ὁ τοιοῦτος ἐξουσιοκράτωρ τοῦ κωλύειν αὐτούς, μεγάλης καὶ βαθείας εἰρήνης μετέχουσιν ἥ τε Χερσὼν καὶ τὰ κλίματα· φοβούμενοι γὰρ οἱ Χάζαροι τὴν τῶν Ἀλανῶν ἐπίθεσιν καὶ μὴ εὑρίσκοντες ἄδειαν μετὰ φοσσάτου ἐπιτίθεσθαι τῇ Χερσῶνι καὶ τοῖς κλίμασιν, ὡς μὴ πρὸς ἀμφοτέρους ἐν ταὐτῷ πολεμεῖν ἐξισχύοντες, εἰρηνεύειν ἀναγκασθήσονται. 12 Περὶ τῆς μαύρης Βουλγαρίας καὶ τῆς Χαζαρίας. Ὅτι καὶ ἡ μαύρη λεγομένη Βουλγαρία δύναται τοῖς Χαζάροις πολεμεῖν. 13 Περὶ τῶν πλησιαζόντων ἐθνῶν τοῖς Τούρκοις. Ὅτι τοῖς Τούρκοις τὰ τοιαῦτα ἔθνη παράκεινται· πρὸς μὲν τὸ δυτικώτερον μέρος αὐτῶν ἡ Φραγγία, πρὸς δὲ τὸ βορειότερον οἱ Πατζινακῖται, καὶ πρὸς τὸ μεσημβρινὸν μέρος ἡ μεγάλη Μοραβία, ἤτοι ἡ χώρα τοῦ Σφενδοπλόκου, ἥτις καὶ παντελῶς ἠφανίσθη παρὰ τῶν τοιούτων Τούρκων, καὶ παρ' αὐτῶν κατεσχέθη. Οἱ δὲ Χρωβάτοι πρὸς τὰ ὄρη τοῖς Τούρκοις παράκεινται. Ὅτι δύνανται καὶ οἱ Πατζινακῖται τοῖς Τούρκοις ἐπιτίθεσθαι καὶ μεγάλως πραιδεύειν καὶ παραβλάπτειν αὐτούς, καθὼς καὶ ἐν τῷ περὶ Πατζινακιτῶν κεφαλαίῳ προείρηται. Ἐπίστησον, υἱέ, διανοίας ὄμμα τῆς σῆς λόγοις ἐμοῖς, καὶ γνῶθι, ἅ σοι ἐντέλλομαι, καὶ ἕξεις ἐν καιρῷ ὡς ἐκ πατρικῶν θησαυρῶν προφέρειν πλοῦτον φρονήσεως καὶ ἐπιδείκνυσθαι χύμα συνέσεως. Ἴσθι οὖν, ὅτι τοῖς βορείοις ἅπασι γένεσι φύσις ὥσπερ καθέστηκεν τὸ ἐν χρήμασι λίχνον καὶ ἄπληστον καὶ μηδέποτε κορεννύμενον, ὅθεν πάντα ἐπιζητεῖ καὶ πάντων ἐφίεται, καὶ οὐκ ἔχει τὰς ἐπιθυμίας ὅρῳ περιγραφομένας, ἀλλ' ἀεὶ τοῦ πλείονος ἐπιθυμεῖ, καὶ ἀντὶ μικρᾶς ὠφελείας μεγάλα κέρδη προσπορίζεσθαι βούλεται. ∆ιὸ δεῖ τὰς τούτων ἀκαίρους αἰτήσεις καὶ παρρησιαστικὰς ἀξιώσεις διὰ λόγων πιθανῶν καὶ φρονίμων καὶ συνετῶν ἀπολογιῶν ἀνατρέπειν καὶ ἀποκρούεσθαι, αἵτινες, ὅσον ἀπὸ τῆς πείρας ἡμεῖς καταλαβεῖν ἠδυνήθημεν, ὡς ἐν τύπῳ περιλαβεῖν, τοιαῦταί τινες ἔσονται. Εἰ ἀξιώσουσί ποτε καὶ αἰτήσονται εἴτε