1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

13

τῷ βουλομένῳ· ὠνήσατο δὲ αὐτὸν Ἑβραῖος Ἐδεσσηνός, ἐπιφορτώσας αὐτὸν ἀπὸ θαλάσσης καμήλους πʹ. Τελευτήσαντος οὖν τοῦ Οὐθμάν, διεδέξατο τὴν τῶν Ἀράβων ἀρχὴν αὐτὸς ὁ Μαυίας. Ἐκράτησεν δὲ τῆς ἁγίας πόλεως καὶ τῶν τῆς Παλαιστίνης μερῶν, τήν τε ∆αμασκὸν καὶ Ἀντιόχειαν καὶ πάσας τὰς τῆς Αἰγύπτου πόλεις. Ὁ δὲ Ἀλήμ, ὃς ἦν γαμβρὸς τοῦ Μουάμεθ ἐπὶ θυγατρί, καλουμένῃ Φατιμέ, ἐκράτησεν τῆς Αἰθρίβου καὶ πάσης τῆς τραχείας Ἀραβίας. Ἐν ταύταις οὖν ταῖς ἡμέραις διηγέρθησαν πρὸς πόλεμον κατ' ἀλλήλων ὅ τε Ἀλὴμ καὶ ὁ Μαυίας ἐρίζοντες περὶ τῆς ἀρχῆς, τίς αὐτῶν κυριεύσει πάσης Συρίας. Συνήχθησαν δὲ παρὰ τὸν Εὐφράτην ποταμόν, καὶ συνάπτουσι πόλεμον ἰσχυρὸν μετ' ἀλλήλων. Τοῦ δὲ πολέμου κρατοῦντος, καὶ πολλῶν ἐξ ἀμφοτέρων πιπτόντων, ἔκραξαν τὰ πλήθη τῶν Ἀγαρηνῶν ἀμφοτέρων τῶν {δύο} μερῶν· "Τίνι τρόπῳ σφάζομεν καὶ σφαζόμεθα, καὶ ἀφανίζεται τὸ γένος ἡμῶν ἐκ τῆς τῶν ἀνθρώπων βιοτῆς; Ἀλλὰ χωρισθήτωσαν δύο γέροντες ἐξ ἀμφοτέρων τῶν μερῶν, καὶ ὃν ἂν προκρίνωσιν, ἐχέτω τὴν ἀρχήν." Ὁ δὲ Ἀλὴμ καὶ ὁ Μαυίας ἠρέσθησαν ἐπὶ τῷ λόγῳ αὐτῶν, καὶ ἐκβαλόντες ἐκ τῶν χειρῶν τοὺς ἑαυτῶν δακτυλίους, δεδώκασι τοῖς δυσὶ γέρουσιν, ὅπερ ἐστὶ σημεῖον τῆς ἀρχῆς τῶν Ἀγαρηνῶν, καὶ παρέσχον τὴν ἐξουσίαν αὐτῶν εἰς τὴν θέλησιν τῶν δύο γερόντων, τὸ πρᾶγμα ἔνορκον ποιησάμενοι καὶ τοῦτο στοιχήσαντες, ἵνα ὃν ἂν προκρίνωσιν οἱ γέροντες, ἐκεῖνος ἔσται κύριος καὶ ἀρχηγὸς πάντων τῶν Σαρακηνῶν. Καὶ εἰσελθόντων τῶν δύο γερόντων ἀναμέσον τῆς παρεμβολῆς τοῦ πολέμου τῶν δύο μερῶν καὶ σταθέντων ἐν τῷ μεταιχμίῳ τοῦ στρατοπέδου ἀντιπροσώπων, τοῦ μὲν Ἀλὴμ ὁ γέρων ὑπῆρχεν κατὰ τὸ τῶν Σαρακηνῶν ἔθνος εὐλαβής, οἵους ἐκεῖνοι λέγουσι καδῆς, τουτέστιν πιστοὺς καὶ ἡγιασμένους· ὁ δὲ τοῦ Μαυίου γέρων ἐν σχήματι μόνῳ ἦν εὐλαβής, τὰ δ' ἄλλα δολερὸς καὶ αὐθάδης καὶ πονηρίᾳ πάντας ὑπερβάλλων ἀνθρώπους. Εἶπεν δὲ ὁ τοῦ Μαυίου γέρων πρὸς τὸν γέροντα τοῦ Ἀλήμ, ὅτι· "Σὺ πρῶτος εἰπέ, ὅπερ βούλῃ, ὃς εἶ τε φρόνιμος καὶ εὐλαβὴς καὶ μακρὰ τοὺς ἐμοὺς χρόνους ὑπερβαλλόμενος." Καὶ ἀπεκρίθη ὁ γέρων τοῦ Ἀλὴμ τοῦτο, ὅτι· "Ἐξέβαλον τὸν Ἀλὴἐκ τῆς ἀρχῆς, ὡς ἐξήγαγον τὸν δακτύλιον αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ καὶ εἰσήγαγον εἰς τὸν ἐμὸν δάκτυλον· ἐκβάλω καὶ τὸν δακτύλιον τοῦ Ἀλὴμ ἐκ τοῦ δακτύλου μου, συνεκβαλὼν αὐτὸν καὶ τῆς ἀρχῆς αὐτοῦ." Καὶ ἀνταπεκρίθη ὁ τοῦ Μαυίου γέρων, ὡς ὅτι· "Εἰσήγαγον τὸν Μαυίαν εἰς τὴν ἀρχήν, ὥσπερ εἰσήγαγον τὸν δακτύλιον αὐτοῦ εἰς τὸν δάκτυλόν μου· εἰσαγάγω καὶ τὸν δακτύλιον τοῦ Μαυίου εἰς τὸν δάκτυλον αὐτοῦ." Καὶ τότε διεχωρίσθησαν ἀπ' ἀλλήλων. Παραλαμβάνει οὖν ὁ Μαυίας πᾶσαν τὴν ἐξουσίαν Συρίας, ἐπειδὴ ὀμωμόκεσαν ἀλλήλοις οἱ ἀμηραῖοι πάντες, ὡς· "Ὅ τι ἂν εἴπωσιν οἱ γέροντες, ἵνα ἑπώμεθα εἰς τοὺς λόγους αὐτῶν." Ὁ γοῦν Ἀλὴμ παραλαβὼν τὸν λαὸν αὐτοῦ, ἀπῆλθεν εἰς τὰ μέρη Αἰθρίβου μετὰ πάσης τῆς συγγενείας αὐτοῦ, κἀκεῖσε τελευτᾷ τὸν βίον. Μετὰ δὲ τὸν θάνατον τοῦ Ἀλὴμ λῆρον ἡγησάμενοι οἱ τούτου υἱοὶ τὴν τοῦ πατρὸς αὐτῶν βουλήν, ἐπανέστησαν κατὰ τοῦ Μαυίου, καὶ συνῆψαν πόλεμον ἰσχυρὸν μετὰ τοῦ Μαυίου, καὶ ἡττηθέντες ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἀποστείλας Μαυίας ἀπέκτεινεν ἅπαντας. Καὶ ἔκτοτε ἦλθε πᾶσα ἡ ἀρχὴ τῶν Ἀράβων εἰς τὸν Μαυίαν. Ἰστέον δέ, ὅτι οὗτος ὁ Μαυίας ἔκγονος ἦν τοῦ Σοφιάμ. Ἔκγονος δὲ τοῦ Μαυίου ὑπῆρχεν ὁ Μάσαλμας, ὁ κατὰ Κωνσταντινουπόλεως ἐκστρατεύσας, οὗτινος καὶ δι' αἰτήσεως ἐκτίσθη τὸ τῶν Σαρακηνῶν μαγίσδιον ἐν τῷ βασιλικῷ πραιτωρίῳ. Οὐκ ἦν δὲ οὗτος ἀρχηγὸς τῶν Ἀράβων, ἀλλὰ Σουλεϊμὰν ὑπῆρχεν ἀρχηγὸς τῶν Σαρακηνῶν, ὁ δὲ Μάσαλμας ἐν τάξει στρατηγοῦ ἐχρημάτιζεν. Ἦλθεν δὲ Σουλεϊμὰν μετὰ τοῦ στόλου αὐτοῦ κατὰ Κωνσταντινουπόλεως, ὁ δὲ Μάσαλμας διὰ ξηρᾶς, καὶ διεπέρασεν ἐν Λαμψάκῳ ἐπὶ τὰ μέρη τῆς Θρᾴκης, ἄγων μεθ' ἑαυτοῦ στρατιώτας χιλιάδας πʹ. Καὶ διὰ τῆς τοῦ Θεοῦ προνοίας ὅ τε στόλος Σουλεϊμάν, τοῦ ἀρχηγοῦ τῶν Ἀράβων καὶ ὁ πεζὸς στρατὸς τοῦ Μάσαλμα ὑπέστρεψαν ἅπαντες μετ' αἰσχύνης, ἡττηθέντες καὶ καταπολεμηθέντες