1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

51

λέγων, ὅτι· "Οὐκ ἔγραψα τὸν πρωτοσπαθάριον Κωνσταντῖνον καὶ μαγγλαβίτην περὶ τοῦ τοιούτου κάστρου καὶ τῆς χώρας αὐτοῦ τοῦ παραλαβεῖν αὐτήν, ἀλλ' ἐξ οἰκείας ὡς εἰπεῖν ἀφροσύνης τοῦτο ἐποίησεν." Καὶ ταῦτα εἶπεν ὁ βασιλεύς, τελείως ἀποθεραπεῦσαι τούτους βουλόμενος, καὶ ἐδέξατο ὁ αὐτὸς πρωτοσπαθάριος Κωνσταντῖνος καὶ μαγγλαβίτης κέλευσιν μετὰ ὕβρεων καὶ ἀπειλῶν περιέχουσαν· "Τίς διωρίσατό σοι τοῦτο ποιῆσαι; Ἀλλὰ μᾶλλον ἔξελθε ἐκ τοῦ κάστρου, καὶ ἀναλαβοῦ Ἀσώτιον, τὸν υἱὸν τοῦ τελευτηκότος Ἀδρανασέ, τοῦ κουροπαλάτου, καὶ εἰσάγαγε αὐτὸν ἐνταῦθα, ὅπως τιμήσωμεν αὐτὸν τὴν τοῦ πατρὸς αὐτοῦ ἀξίαν τοῦ κουροπαλάτου." Ταῦτα δεξάμενος ὁ πατρίκιος Κωνσταντῖνος, κατέλιπεν τὸν πατρίκιον Ἀσώτιον, τὸν καὶ Κισκάσην, εἰς τὸ ἑαυτοῦ κάστρον, τὸ Ἀρδανούτζιν, κἀκεῖνος ἐξελθὼν ἀπῄει πρὸς τὸν ∆αυίδ, τὸν μέγαν, καὶ ἐπιδέδωκεν αὐτῷ, ἥνπερ εἶχεν πρὸς αὐτὸν κέλευσιν, καὶ ὑπέστρεψεν, καὶ εἰσῆλθεν εἰς Ἰβηρίαν, καὶ εὗρεν ἐπὶ τὸ αὐτὸ συνηθροισμένους τόν τε μάγιστρον Κουρκένιον καὶ τὸν μάγιστρον ∆αυίδ, τὸν ἀδελφὸν Ἀσωτίου τοῦ κουροπαλάτου. Καὶ ἤρξαντο φιλονικεῖν καὶ κατονειδίζειν τὸν πατρίκιον Κωνσταντῖνον, λέγοντες, ὅτι· "Κρυπτὸς ἄνθρωπος καὶ κακὸς τυγχάνεις, ὅτι οὐκ ἐφανέρωσας ἡμᾶς περὶ τοῦ κάστρου Ἀρδανουτζίου, ὅτι μέλλεις τοῦτο κρατῆσαι" καὶ ὅτι· "Οὐ συμφέρει τοῦτο κρατεῖσθαι παρὰ τοῦ βασιλέως, ἡμεῖς γὰρ καὶ περὶ τῆς τοιαύτης ὑποθέσεως ἀνηγάγομεν πρὸς τὸν βασιλέα, καὶ ἐδεξάμεθα μηδαμῶς γινώσκειν τὸν βασιλέα περὶ τῆς ὑποθέσεως ταύτης, ἀλλὰ σὲ τοῦτο ποιῆσαι διὰ τὴν ἀγάπην τοῦ πατρικίου Ἀσωτίου, τοῦ καὶ Κισκάση." Ὁ δὲ πατρίκιος Κωνσταντῖνος προσαπολογησάμενος τούτοις τὰ εἰκότα, ἀνελάβετο Ἀσώτιον, τὸν υἱὸν Ἀδρανασὲ τοῦ κουροπαλάτου, καὶ εἰσήγαγεν αὐτὸν ἐν τῇ πόλει, καὶ ἐτιμήθη παρὰ τοῦ βασιλέως κουροπαλάτης. Τί δὲ καὶ περὶ τῶν ἔν τισι καιροῖς μεταξὺ Ῥωμαίων καὶ διαφόρων ἐθνῶν συμβεβηκότων; Ἄξιον γάρ, φίλτατε υἱέ, μηδὲ τὴν περὶ τούτων μνήμην διαφυγεῖν σε, ἵν' ἐν ὁμοίοις καιροῖς, τῶν αὐτῶν προσπιπτόντων, εἴη σοι εὐχερὴς ἡ ἐπανόρθωσις διὰ τῆς προγνώσεως. 47 Περὶ τῆς τῶν Κυπρίων μεταναστάσεως ἔχει ἡ ἱστορία τάδε. Τῆς νήσου ἁλωθείσης ὑπὸ τῶν Σαρακηνῶν καὶ ἐπὶ ἑπτὰ ἔτεσιν ἀοικήτου μεινάσης, καὶ τοῦ ἀρχιεπισκόπου Ἰωάννου μετὰ τοῦ λαοῦ αὐτοῦ πρὸς τὴν βασιλεύουσαν καταλαβόντος, ἐγένετο οἰκονομία παρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ ἐν τῇ ἁγίᾳ ἕκτῃ συνόδῳ τοῦ τὴν Κύζικον παραλαβεῖν μετὰ τῶν ἐπισκόπων αὐτοῦ καὶ τοῦ λαοῦ τῆς νήσου καὶ ποιεῖσθαι καὶ χειροτονίας, ἡνίκα ἂν λείψῃ ἐπίσκοπος, πρὸς τὸ μὴ διαπεσεῖν τὴν αὐθεντίαν καὶ τὰ δίκαια τῆς Κύπρου (καὶ γὰρ καὶ αὐτὸς ὁ Ἰουστινιανὸς ὁ βασιλεὺς Κύπριος ἦν, καθὼς καὶ παρὰ τῶν παλαιῶν Κυπρίων ὁ λόγος μέχρι τῆς σήμερον ἐπεκράτησεν), ὥστε καὶ ὡρίσθη ἐν τῇ ἁγίᾳ ἕκτῃ συνόδῳ χειροτονεῖν τὸν ἀρχιεπίσκοπον Κύπρου τὸν τῆς Κυζίκου πρόεδρον, καθὼς ἐν τῷ λθʹ κεφαλαίῳ τῆς αὐτῆς ἁγίας ἕκτης συνόδου ἀναγέγραπται. Μετὰ δὲ ἑπτὰ ἔτη θελήσει Θεοῦ ἐκινήθη ὁ βασιλεὺς πάλιν οἰκίσαι τὴν Κύπρον, καὶ ἀπέστειλεν πρὸς τὸν ἀμερμουμνῆν τοῦ Βαγδὰδ τρεῖς τῶν ἐνδόξων Κυπρίων, αὐτόχθονας τῆς αὐτῆς νήσου τυγχάνοντας, τοὺς λεγομένους Φαγγουμεῖς, μετὰ καὶ βασιλικοῦ τινος ἀγχίνου τε καὶ ἐνδόξου, γράψας τῷ ἀμερμουμνῇ, ἵνα τὸν ἐν Συρίᾳ ὄντα λαὸν τῆς νήσου Κύπρου ἀπολύσῃ εἰς τὸν ἴδιον τόπον. Καὶ ὑπακούσας ὁ ἀμερμουμνῆς τῇ τοῦ βασιλέως γραφῇ, ἀπέστειλε κατὰ πάσας τὰς Συρίας ἐνδόξους Σαρακηνούς, καὶ ἐπεσώρευσεν πάντας τοὺς Κυπρίους καὶ διεπέρασεν εἰς τὸν ἴδιον τόπον. Ἀπέστειλεν δὲ καὶ ὁ βασιλεὺς βασιλικόν, καὶ διεπέρασεν καὶ τοὺς ἐν Ῥωμανίᾳ οἰκήσαντας, ἤγουν ἔν τε τῇ Κυζίκῳ καὶ τῷ Κιβυρραιωτῶν καὶ τῷ Θρᾳκησίων, καὶ ἐνῳκίσθη ἡ νῆσος. 48 Κεφάλαιον λθʹ τῆς ἁγίας ἕκτης συνόδου, τῆς ἐν τῷ Τρούλλῳ τοῦ μεγάλου παλατίου γεγονυίας. Τοῦ ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν Ἰωάννου, τοῦ τῆς Κυπρίων νήσου προέδρου, ἅμα τῷ οἰκείῳ λαῷ ἐπὶ τὴν Ἑλλησπόντιον ἐπαρχίαν διά τε τὰς βαρβαρικὰς ἐφόδους, διά τε τὸ τῆς ἐθνικῆς ἐλευθερωθῆναι