1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

5

Ὀστροβουνιπράχ, ὅπερ ἑρμηνεύεται "τὸ νησίον τοῦ φραγμοῦ". Ἔστιν κἀκεῖνος ὅμοιος τῷ πρώτῳ, χαλεπός τε καὶ δυσδιέξοδος. Καὶ πάλιν ἐκβαλόντες τὸν λαὸν διαβιβάζουσι τὰ μονόξυλα, καθὼς καὶ πρότερον. Ὁμοίως δὲ διέρχονται καὶ τὸν τρίτον φραγμόν, τὸν λεγόμενον Γελανδρί, ὃ ἑρμηνεύεται Σκλαβηνιστὶ "ἦχος φραγμοῦ", εἶθ' οὕτως τὸν τέταρτον φραγμόν, τὸν μέγαν, τὸν ἐπιλεγόμενον Ῥωσιστὶ μὲν Ἀειφόρ, Σκλαβηνιστὶ δὲ Νεασήτ, διότι φωλεύουσιν οἱ πελεκᾶνοι εἰς τὰ λιθάρια τοῦ φραγμοῦ. Ἐν τούτῳ οὖν τῷ φραγμῷ σκαλώνουσιν ἅπαντα εἰς τὴν γῆν ὀρθόπλωρα, καὶ ἐξέρχονται οἱ ὡρι σμένοι ἄνδρες φυλάττειν τὴν βίγλαν μετ' αὐτῶν, καὶ ἀπέρχονται, καὶ τὰς βίγλας οὗτοι διὰ τοὺς Πατζινακίτας ἀγρύπνως φυλάττουσιν. Οἱ δὲ λοιποὶ τὰ πράγματα, ἅπερ ἔχουσιν εἰς τὰ μονόξυλα, ἀναλαμβανόμενοι, τὰ ψυχάρια μετὰ τῶν ἁλύσεων διὰ τοῦ ξηροῦ αὐτὰ διαβιβάζουσι μίλια ἕξ, ἕως ἂν διέλθωσι τὸν φραγμόν. Εἶθ' οὕτως οἱ μὲν σύροντες, οἱ δὲ καὶ εἰς τοὺς ὤμους βαστάζοντες τὰ αὐτῶν μονόξυλα εἰς τὸ τοῦ φραγμοῦ ἐκεῖθεν μέρος διαβιβάζουσιν· καὶ οὕτως ῥίπτοντες αὐτὰ εἰς τὸν ποταμὸν καὶ τὰ πετζιμέντα αὐτῶν ἐμβλησκόμενοι, εἰσέρχονται, καὶ αὖθις ἐναποπλέουσιν. Ἀπερχόμενοι δὲ εἰς τὸν πέμπτον φραγμόν, τὸν ἐπονομαζόμενον Ῥωσιστὶ μὲν Βαρουφόρος, Σκλαβηνιστὶ δὲ Βουλνηπράχ, διότι μεγάλην λίμνην ἀποτελεῖ, πάλιν εἰς τὰς τοῦ ποταμοῦ γωνίας τὰ αὐτῶν μονόξυλα διαβιβάσαντες, καθὼς καὶ εἰς τὸν πρῶτον φραγμὸν καὶ δεύτερον, καταλαμβάνουσι τὸν ἕκτον φραγμόν, λεγόμενον μὲν Ῥωσιστὶ Λεάντι, Σκλαβηνιστὶ δὲ Βερούτζη, ὅ ἐστιν "βράσμα νεροῦ", καὶ διαβαίνουσι καὶ αὐτὸν ὁμοίως. Καὶ ἀπὸ τούτου ἀποπλέουσι καὶ πρὸς τὸν ἕβδομον φραγμόν, τὸν ἐπιλεγόμενον Ῥωσιστὶ μὲν Στρούκουν, Σκλαβηνιστὶ δὲ Ναπρεζή, ὃ ἑρμηνεύεται "μικρὸς φραγμός". Καὶ διαβαίνουσιν εἰς τὸ λεγόμενον πέραμα τοῦ Κραρίου, ἐν ᾧ διαπερῶσιν ἀπὸ Ῥωσίας οἱ Χερσωνῖται καὶ οἱ Πατζινακῖται ἐπὶ Χερσῶνα, ἔχον τὸ αὐτὸ πέραμα τὸ μὲν πλάτος, ὅσον τοῦ ἱπποδρομίου, τὸ δὲ ὕψος ἀπὸ κάτω ἕως ὅτου προκύπτουσιν ὕφαλοι, ὅσον καὶ φθάζειν σαγίτταν τοῦ τοξεύοντος ἔνθεν ἐκεῖσε. Ὅθεν καὶ εἰς τὸν τοιοῦτον τόπον κατέρχονται οἱ Πατζινακῖται, καὶ πολεμοῦσι τοὺς Ῥῶς. Μετὰ δὲ τὸ διελθεῖν τὸν τοιοῦτον τόπον τὴν νῆσον, τὴν ἐπιλεγομένην ὁ Ἅγιος Γρηγόριος καταλαμβάνουσιν, ἐν ᾗ νήσῳ καὶ τὰς θυσίας αὐτῶν ἐπιτελοῦσιν διὰ τὸ ἐκεῖσε ἵστασθαι παμμεγέθη δρῦν, καὶ θύουσι πετεινοὺς ζῶντας. Πηγνύουσι δὲ καὶ σαγίττας γυρόθεν, ἄλλοι δὲ καὶ ψωμία καὶ κρέατα, καὶ ἐξ ὧν ἔχει ἕκαστος, ὡς τὸ ἔθος αὐτῶν ἐπικρατεῖ. Ῥίπτουσι δὲ καὶ σκαρφία περὶ τῶν πετεινῶν, εἴτε σφάξαι αὐτούς, εἴτε καὶ φαγεῖν, εἴτε καὶ ζῶντας ἐάσειν αὐτούς. Ἀπὸ δὲ τοῦ νησίου τούτου Πατζινακίτην οἱ Ῥῶς οὐ φοβοῦνται, ἕως ἂν φθάσωσιν εἰς τὸν ποταμὸν τὸν Σελινάν. Εἶθ' οὕτως ἀποκινοῦντες ἐξ αὐτοῦ μέχρι τεσσάρων ἡμερῶν ἀποπλέουσιν, ἕως οὗ καταλάβωσιν εἰς τὴν λίμνην τοῦ ποταμοῦ στόμιον οὖσαν, ἐν ᾗ ἐστιν καὶ ἡ νῆσος τοῦ Ἁγίου Αἰθερίου. Καταλαβόντες οὖν οὗτοι τὴν τοιαύτην νῆσον, προσαναπαύουσιν ἑαυτοὺς ἐκεῖσε ἕως δύο καὶ τριῶν ἡμερῶν. Καὶ πάλιν τὰ αὐτῶν μονόξυλα, εἰς ὅσας ἂν λίπωνται χρείας, περιποιοῦνται, τά τε ἄρμενα καὶ τὰ κατάρτια καὶ τὰ αὐχένια, ἅπερ ἐπιφέρονται. Ἐπεὶ δὲ τὸ στόμιον τοῦ τοιούτου ποταμοῦ ἐστιν ἡ τοιαύτη λίμνη, καθὼς εἴρηται, καὶ κρατεῖ μέχρι τῆς θαλάσσης, καὶ πρὸς τὴν θάλασσαν κεῖται ἡ νῆσος τοῦ Ἁγίου Αἰθερίου, ἐκ τῶν ἐκεῖσε ἀπέρχονται πρὸς τὸν ∆άναστριν ποταμόν, καὶ διασωθέντες ἐκεῖσε πάλιν ἀναπαύονται. Ἡνίκα δὲ γένηται καιρὸς ἐπιτήδειος, ἀποσκαλώσαντες ἔρχονται εἰς τὸν ποταμὸν τὸν ἐπιλεγόμενον Ἄσπρον, καὶ ὁμοίως κἀκεῖσε ἀναπαυσάμενοι, πάλιν ἀποκινοῦντες ἔρχονται εἰς τὸν Σελινάν, εἰς τὸ τοῦ ∆ανουβίου ποταμοῦ λεγόμενον παρακλάδιον. Καὶ ἕως οὗ διέλθωσι τὸν Σελινὰν ποταμόν, παρατρέχουσιν αὐτοῖς οἱ Πατζινακῖται. Καὶ ἐὰν πολλάκις ἡ θάλασσα μονόξυλον εἰς τὴν γῆν ἀπορρίψῃ, σκαλώνουσιν ὅλα, ἵνα τοῖς Πατζινακίταις ἀντιπαραταχθῶσιν ὁμοῦ. Ἀπὸ δὲ τὸν Σελινὰν οὐ φοβοῦνταί τινα, ἀλλὰ τὴν τῆς Βουλγαρίας γῆν ἐνδυσάμενοι, εἰς τὸ τοῦ