1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

15

τελευτήσαντος, κρατεῖ τῆς ἀρχῆς Μαρουὰμ ἔτη ἕξ. Μαρουὰμ δὲ τελευτήσαντος, Ἀβδελᾶς τῆς τῶν Ἀράβων ἀρχῆς κύριος γίνεται, καὶ κρατεῖ ἔτη καʹ. Τούτου τελευτήσαντος, Μαδὶς ἀρχηγὸς Ἀράβων γίνεται, καὶ κρατεῖ τῆς ἀρχῆς ἔτη ἐννέα. Τούτου παρελθόντος, Ἀρὼν τῆς τῶν Ἀράβων ἀρχῆς κύριος γίνεται, καὶ κρατεῖ τῆς ἀρχῆς ἔτη κγʹ. Ἐν τούτῳ τῷ χρόνῳ, ἤγουν τῆς τῶν Ῥωμαίων ἀρχῆς *** Εἰρήνης καὶ Κωνσταντίνου, ἔτους ἀπὸ κτίσεως κόσμου σπηʹ. Τῷ δ' αὐτῷ ἔτει Ἀαρών, ὁ τῶν Ἀράβων ἀρχηγός, τέθνηκεν εἰς τὴν ἐνδοτέραν Περσίδα, τὴν καλουμένην Χωρασάν, καὶ διεδέξατο τὴν ἀρχὴν Μοάμεδ, ὁ υἱὸς αὐτοῦ, ἀφυὴς κατὰ πάντα καὶ ἀσυνάρτητος ὑπάρχων, πρὸς ὃν Ἀβδελᾶς, ὁ ἀδελφὸς αὐτοῦ, στασιάσας ἐκ τῆς αὐτῆς χώρας τοῦ Χωρασὰν ἅμα ταῖς πατρικαῖς δυνάμεσιν, ἐμφυλίου πολέμου γέγονεν αἴτιος. Κἀντεῦθεν οἱ κατὰ τὴν Συρίαν καὶ Αἴγυπτον καὶ Λιβύην εἰς διαφόρους κατατμηθέντες ἀρχὰς τά τε δημόσια πράγματα καὶ ἀλλήλους κατέστρεψαν, σφαγαῖς καὶ ἁρπαγαῖς καὶ παντοίαις ἀτοπίαις πρός τε ἑαυτοὺς καὶ τοὺς ὑπ' αὐτοὺς Χριστιανοὺς συγκεχυμένοι. Ἔνθα δὴ καὶ αἱ κατὰ τὴν ἁγίαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πόλιν ἐκκλησίαι ἠρήμωνται, τά τε μοναστήρια τῶν δύο μεγάλων λαυρῶν, τοῦ ἐν ἁγίοις Χαρίτωνος καὶ Κυριακοῦ καὶ τοῦ ἁγίου Σάβα, καὶ τὰ λοιπὰ κοινόβια τῶν ἁγίων Εὐθυμίου καὶ Θεοδοσίου. Ἐπεκράτησεν δὲ τῆς τοιαύτης ἀναρχίας ἡ κατ' ἀλλήλων καὶ ἡμῶν μιαιφονία ἔτη πέντε. Ἕως ὧδε ἐκανόνισεν τοὺς χρόνους τῶν Ἀράβων ὁ ἐν ἁγίοις Θεοφάνης, ὁ τὴν μονὴν συστήσας τοῦ καλουμένου μεγάλου Ἀγροῦ, μητρόθειος τυγχάνων τοῦ μεγάλου καὶ εὐσεβοῦς καὶ χριστιανικωτάτου βασιλέως Κωνσταντίνου, υἱοῦ Λέοντος, τοῦ σοφωτάτου καὶ ἀγαθοῦ βασιλέως, ἐγγόνου δὲ Βασιλείου, τοῦ ἐν μακαρίᾳ τῇ μνήμῃ τὰ σκῆπτρα τῆς τῶν Ῥωμαίων βασιλείας κρατήσαντος. 23 Περὶ Ἰβηρίας καὶ Ἱσπανίας. Ἰβηρίαι δύο· ἡ μὲν πρὸς ταῖς Ἡρακλείαις στήλαις, ἀπὸ Ἴβηροςποταμοῦ, οὗ μέμνηται Ἀπολλόδωρος ἐν τῇ Περὶ γῆς βʹ· "Ἐντὸς δὲ Πυρήνης Ἴβηρ τ' ἐστὶ μέγας ποταμὸς φερόμενος ἐνδοτέρω." Ταύτης δὲ πολλά φασιν ἔθνη διαιρεῖσθαι, καθάπερ † Ἡρόδοτος † ἐν τῇ ιʹ Τῇ καθ' Ἡρακλέα γέγραφεν ἱστορίᾳ οὕτως· "Τὸ δὲ Ἰβηρικὸν γένος τοῦτο, ὅπερ φημὶ οἰκεῖν τὰ παράλια τοῦ διάπλου, διώρισται ὀνόμασιν ἓν γένος ἐὸν κατὰ φῦλα· πρῶτον μὲν οἱ ἐπὶ τοῖς ἐσχάτοις οἰκοῦντες τὰ πρὸς δυσμέων Κύνητες ὀνομάζονται (ἀπ' ἐκείνων δὲ ἤδη πρὸς βορέαν ἰόντι Γλῆτες)· μετὰ δὲ Ταρτήσιοι· μετὰ δὲ Ἐλευσίνιοι· μετὰ δὲ Μαστινοί· μετὰ δὲ Κελκιανοί· ἔπειτα δὲ † ἡδιορόδανος †." Ἀρτεμίδωρος δὲ ἐν τῇ βʹ τῶν Γεωγραφουμένων οὕτως διαιρεῖσθαί φησιν· "Ἀπὸ δὲ τῶν Πυρηναίων ὀρῶν ἕως τῶν κατὰ Γάδειρα τόπων ἐνδοτέρω καὶ συνωνύμως Ἰβηρία τε καὶ Ἱσπανία καλεῖται. ∆ιῄρηται δὲ ὑπὸ Ῥωμαίων εἰς δύοἐπαρχίας *** διατείνουσα ἀπὸ τῶν Πυρηναίων ὀρῶν ἅπασα {καὶ} μέχρι τῆς Καινῆς Καρχηδόνος καὶ τῶν τοῦ Βαίτιος πηγῶν, τῆς δὲ δευτέρας ἐπαρχίας τὰ μέχρι Γαδείρων καὶ Λυσιτανίας." Λέγεται δὲ καὶ Ἰβηρίτης. Παρθένιος ἐν Λευκαδίαις· "Ἰβηρίτῃ πλεύσει ἐν αἰγιαλῷ." Ἡ δ' ἑτέραἸβηρία πρὸς Πέρσας ἐστίν. Τὸ ἔθνος Ἴβηρες, ὡς Πίερες, Βύζηρες. ∆ιονύσιος· "Ἀγχοῦ στηλάων μεγαθύμων ἔθνος Ἰβήρων." Καὶ Ἀριστφάνης Τριφάλητι· "Μανθάνοντες τοὺς Ἴβηρας τοὺς Ἀριστάρχου πάλαι" καὶ "Τοὺς Ἴβηρας, οὓς χορηγεῖς μοι, βοηθῆσαι δρόμῳ." Καὶ Ἀρτεμίδωρος ἐν δευτέρῳ Γεωγραφουμένων· "Γραμματικῇ δὲ χρῶνται τῇ τῶν Ἰταλῶν οἱ παρὰ θάλατταν οἰκοῦντες τῶν Ἰβήρων." Καὶ ἀπὸ τῆς Ἴβηροςγενικῆς Ἰβηρὶς τὸ θηλυκόν. "Ἑλληνίς, οὐκ Ἰβηρίς" Μένανδρος Ἀσπίδι Λέγεται καὶ Ἰβηρικός· "† Πρῶτος μὲν πρός τινος † Ἰβηρικὸς ἀρχομένοισι." ∆ιῃρεῖτο δὲ ἡ Ἰβηρία εἰς δύο, νῦν δὲ εἰς τρεῖς, ὡς Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς· "Πρότερον μὲν οὖν ἡ Ἰβηρία εἰς δύο διῃρεῖτο ὑπὸ Ῥωμαίων, νυνὶ δὲ εἰς τρεῖς· Βαιτικὴν Σπανίαν καὶ Σπανίαν καὶ Ταρρακωνησίαν." Ἀπὸ τῆς γενικῆς Ἴβηρος εὐθεῖαν Ἀπολλώνιος, ὡς τῆςφύλακος ὁ φύλακος. Ἐν τοῖς Παρωνύμοις φησίν· "Ἀπὸ γενικῶν εὐθεῖαι παράγονται, † τὸ μὲν ὕδωρ † δύο συλλαβὰς ὁμοίως τῇ εὐθείᾳ κατὰ τὸν τόνον παροξυνόμενον, καὶ ἢ ἐν