1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

42

ὑπόστασιν. Ὁ δὲ βασιλεὺς τὴν ἀκριβῆ γνῶσιν τῶν πραγμάτων μὴ κεκτημένος, ἐλπίζων δὲ ἀπὸ βασιλικοῦ χρυσοβουλλίου τοῦ μακαρίου Λέοντος ἔχειν τὸν Ταρωνίτην τὸν τοῦ Βαρβάρου οἶκον, δέδωκεν αὐτῷ τὸ προάστειον τοῦ Γρηγορᾶ ἐν Κελτζηνῇ, καὶ τὸν οἶκον δῆθεν ἀντέλαβεν, χρυσοβούλλιον δὲ οὐδὲ οὗτος πρὸς αὐτὸν ἐπὶ τῷ προαστείῳ ἐποιήσατο. Μετὰ δὲ ταῦτα ἔγραψε πρὸς τὸν αὐτὸν βασιλέα ὁ Τορνίκης, ὁ τοῦ Ταρωνίτου ἀνεψιός, ὁ τοῦ Ἀπογάνεμ ἐκείνου υἱός, ὅτι· "Τὸν οἶκον τοῦ Βαρβάρου ὁ μακαριώτατος βασιλεὺς Λέων τῷ ἐμῷ πατρὶ ἐδωρήσατο, μετὰ δὲ τὸν τοῦ πατρός μου θάνατονδιὰ τὸ ἔτι ἀνήλικον καὶ ὀρφανὸν τυγχάνειν ἐμέκατ' ἐξουσίαν ὁ θεῖός μου τὸν τούτου οἶκον κατεκράτησεν, ἀεὶ καθυπισχνούμενός μοι, ὅταν εἰς τὸν τέλειον τῆς ἡλικίας ἔλθω χρόνον, ἀπολαβεῖν τὸν οἶκον τὸν πατρικόν, καὶ νῦν, ὡς ἔμαθον, δέδωκεν τὸν τοιοῦτον οἶκον ὁ ἐμὸς θεῖος τῇ βασιλείᾳ σου, καὶ ἔλαβεν εἰς ἀντισήκωσιν αὐτοῦ τὸ προάστειον τοῦ Γρηγορᾶ ἐν Κελτζηνῇ." Ἀπὸ δὲ τῶν τοιούτων βασιλικῶν φιλοτιμιῶν, τῶν πρὸς τὸν ἄρχοντα τοῦ Ταρών, φθόνος ὑπεφύη καὶ ἀνεβλάστησεν πρὸς αὐτὸν παρά τε τοῦ Κακικίου, τοῦ ἄρχοντος Βασπαρακά, καὶ Ἀδρανασὴρ, τοῦ κουροπαλάτου Ἰβηρίας, καὶ Ἀσωτικίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, οἵτινες ἔγραψαν πρὸς τὸν βασιλέα διαγογγύζοντες, δι' ἣν αἰτίαν ὁ Ταρωνίτης μόνος ῥόγας ἀπολαύει βασιλικῆς, αὐτῶν ἁπάντων λαμβανόντων οὐδέν. "Τίνα γάρἔλεγονπερισσοτέραν δουλείαν ἡμῶν ποιεῖται, ἢ τί πλέον ἡμῶν τοὺς Ῥωμαίους ἐπωφελεῖ; Ὅθεν χρὴ ἢ καὶ ἡμᾶς ὡς ἐκεῖνον ῥογεύεσθαι, ἢ μηδ' ἐκεῖνον ἐντὸς τῆς τοιαύτης τυγχάνειν δωρεᾶς." Ὁ δὲ μακάριος βασιλεὺς Ῥωμανὸς ἀντέγραψεν πρὸς αὐτοὺς μὴ παρ' αὐτοῦ τὴν ἐπὶ τῷ Ταρωνίτῃ γενέσθαι ῥόγαν, ἵνα ἐπ' αὐτῷ κεῖται καὶ ἡ ταύτης νῦν ἐκκοπή, ἀλλὰ παρὰ τοῦ μακαριωτάτου βασιλέως, καὶ μὴ δίκαιον εἶναι τὰ τῶν προβεβασιλευκότων παρὰ τῶν ὕστερον ἀνατρέπεσθαι. Ἔγραψε δ' ὅμως πρὸς τὸν αὐτὸν Ταρωνίτην, δηλοποιῶν αὐτὸν τὴν τῶν εἰρημένων ἀνδρῶν λύπην καὶ τὸ σκάνδαλον. Ὁ δὲ ἀνήγαγεν μήτε χρυσόν, μήτε ἄργυρον παρέχειν δύνασθαι, ὑπισχνεῖτο δὲ ἔξωθεν τῶν κατὰ τύπον ἀποστελλομένων ξενίων διδόναι ἱμάτια καὶ χαλκώματα, μέχρι τῶν δέκα λιτρῶν συντιμώμενα, ἃ καὶ δέδωκεν μέχρι τριῶν ἢ τεσσάρων ἐνιαυτῶν. Μετὰ δὲ ταῦτα ἀνήγαγεν μὴ δύνασθαι παρέχειν τὸ τοιοῦτον πάκτον, τὴν δὲ ῥόγαν ἢ προῖκα λαμβάνειν ἠξίου, καθὼς ἐπὶ τοῦ μακαριωτάτου βασιλέως Λέοντος, ἢ ἐκκοπῆναι αὐτήν. Ὅθεν διὰ τὸ μὴ εἰς σκάνδαλον εἶναι τοῦ Κακικίου καὶ τοῦ κουροπαλάτου καὶ τῶν λοιπῶν ἐξέκοψεν ταύτην ὁ εἰρημένος μακάριος βασιλεὺς Ῥωμανός. Παραμυθούμενος δὲ ὥσπερ αὐτόν, μετὰ ταῦτα τὸν τούτου υἱόν, Ἀσώτιον, ἐν τῇ πόλει παραγεγονότα, εἰς πατρικίους ἐτίμησεν, καὶ φιλοφρονησάμενος αὐτάρκως πρὸς τὰ ἴδια ἐξαπέστειλεν. Τοῦ δὲ μαγίστρου Κρικορικίου τὸν βίον ἀπολιπόντος, ἀνήγαγεν Τορνίκιος, ὁ τοῦ Ἀπογάνεμ υἱός, ἔρωτα ἔχειν ἐγκάρδιον εἰσελθεῖν καὶ τὸν βασιλέα θεάσασθαι, ἐφ' ᾧ τὸν πρωτοσπαθάριον Κρινίτην καὶ ἑρμηνευτὴν ὁ βασιλεὺς ἐξαπέστειλεν, ὃς καὶ εἰσήγαγεν ἐν τῇ πόλει τὸν εἰρημένον Τορνίκιον, καὶ προήγαγεν τὸν αὐτὸν Τορνίκιον ὁ βασιλεὺς εἰς τὴν τῶν πατρικίων τιμήν. Προετείνετο δὲ δικαιολογίας ἐπὶ τῷ τοῦ Βαρβάρου οἴκῳ, καὶ ἀκούσας, ὅτι προάστειον λαβὼν ὁ θεῖος αὐτοῦ ἐν Κελτζηνῇ, τὴν τούτου παρεχώρησεν ἐξουσίαν, ἔλεγε μὴ δύνασθαι τὸν θεῖον αὐτοῦ ἐπὶ τῇ πατρικῇ κληρονομίᾳ αὐτοῦ ποιεῖσθαι ἀνταλλαγήν, καὶ ἠξίου ἢ τὸν οἶκον λαβεῖν ἢ τὸ προάστειον, εἰ δὲ μή, καὶ ἀμφότερα παρεχώρει τῷ βασιλεῖ πρὸς τὸ μὴ ἔχειν αὐτὰ τοὺς ἐξαδέλφους αὐτοῦ. Τούτου ἕνεκεν ὁ βασιλεύς, ἐπεὶ καὶ ὁ γέρων ὁ Ταρωνίτης ἐτύγχανεν ἀποθανών, ἀνελάβετο τὸ προάστειον, καὶ οὐδὲ τὸν οἶκον ἀντέδωκεν, ἐπεὶ μηδὲ χρυσοβούλλιον, καθὼς ἀνωτέρω προείρηται, ἐπί τινι τούτων ἐξετέθη. Μετὰ δὲ ταῦτα εἰσῆλθεν πρὸς τὴν βασιλεύουσαν Παγκράτιος ἐκεῖνος, ὁ πρῶτος υἱὸς τοῦ μαγίστρου ἐκίνου Κρικορικίου τοῦ Ταρωνίτου, καὶ προεβιβάσθη παρὰ τοῦ βασιλέως εἰς τὸ τῶν πατρικίων ἀξίωμα, καὶ γέγονεν καὶ στρατηγὸς τοῦ