1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

28

Μέχρι δὲ χρόνων τινῶν ὑπετάσσοντο καὶ οἱ ἐν Λελματίᾳ ὄντες Χρωβάτοι τοῖς Φράγ γοις, καθὼς καὶ πρότερον ἐν τῇ χώρᾳ αὐτῶν· τοσοῦτον δὲ ἐσκληρύνοντο οἱ Φράγγοι πρὸς αὐτούς, ὅτι τὰ ὑπομάσθια τῶν Χρωβάτων φονεύοντες προσέρριπτον αὐτὰ σκύλαξιν. Μὴ δυνάμενοι δὲ οἱ Χρωβάτοι ταῦτα παρὰ τῶν Φράγγων ὑφίστασθαι, διέστησαν ἀπ' αὐτῶν, φονεύσαντες καὶ οὓς εἶχον ἄρχοντας ἐξ αὐτῶν. Ὅθεν ἐστράτευσαν κατ' αὐτῶν ἀπὸ Φραγγίας φοσσᾶτον μέγα, καὶ ἐπὶ ἑπτὰ χρόνους πολεμήσαντες ἀλλήλοις, ὀψὲ καὶ μόγις ὑπερίσχυσαν οἱ Χρωβάτοι, καὶ ἀνεῖλον τοὺς Φράγγους πάντας καὶ τὸν ἄρχοντα αὐτῶν Κοτζίλιν καλούμενον. Ἔκτοτε δὲ μείναντες αὐτοδέσποτοι καὶ αὐτόνομοι, ἐξῃτήσαντο τὸ ἅγιον βάπτισμα παρὰ τοῦ Ῥώμης, καὶ ἀπεστάλησαν ἐπίσκοποι, καὶ ἐβάπτισαν αὐτοὺς ἐπὶ Πορίνου, τοῦ ἄρχοντος αὐτῶν. ∆ιεμερίσθη οὖν ἡ χώρα αὐτῶν εἰς ζουπανίας ιαʹ, ἤγουν ἡ Χλεβίανα, ἡ Τζένζηνα, τὰ Ἤμοτα, ἡ Πλέβα, ἡ Πεσέντα, ἡ Παραθαλασσία, ἡ Βρεβέρη, ἡ Νόνα, ἡ Τνήνα, ἡ Σίδραγα, ἡ Νίνα· καὶ ὁ βοάνος αὐτῶν κρατεῖ τὴν Κρίβασαν, τὴν Λίτζαν καὶ τὴν Γουτζησκά. Καὶ ἡ μὲν εἰρημένη Χρωβατία, ἀλλὰ καὶ αἱ λοιπαὶ Σκλαβηνίαι διάκεινται οὕτως· ἡ δὲ ∆ιόκλεια πλησιάζει πρὸς τὰ καστέλλια τοῦ ∆υρραχίου, ἤγουν πρὸς τὸν Ἐλισσὸν καὶ πρὸς τὸ Ἑλκύνιον καὶ τὴνἈντίβαριν, καὶ ἔρχεται μέχρι τῶν ∆εκατέρων, πρὸς τὰ ὀρεινὰ δὲ πλησιάζει τῇ Σερβλίᾳ. Ἀπὸ δὲ τοῦ κάστρου τῶν ∆εκατέρων ἄρχεται ἡ ἀρχοντία Τερβουνίας, καὶ παρεκτείνεται μέχρι τοῦ Ῥαουσίου, πρὸς δὲ τὰ ὀρεινὰ αὐτῆς πλησιάζει τῇ Σερβλίᾳ. Ἀπὸ δὲ τοῦ Ῥαουσίου ἄρχεται ἡ ἀρχοντία τῶν Ζαχλούμων, καὶ παρεκτείνεται μέχρι τοῦ Ὀροντίου ποταμοῦ, καὶ πρὸς μὲν τὴν παραθαλασσίαν πλησιάζει τοῖς Παγανοῖς, πρὸς δὲ τὰ ὀρεινὰ εἰς ἄρκτον μὲν πλησιάζει τοῖς Χρωβάτοις, εἰς κεφαλὴν δὲ τῇ Σερβλίᾳ. Ἀπὸ δὲ τοῦ Ὀροντίου ποταμοῦ ἄρχεται ἡ Παγανία, καὶπαρεκτείνεται μέχρι τοῦ ποταμοῦ τῆς Ζεντίνας, τρεῖς ἔχουσα ζουπανίας, τὴν Ῥάστωτζαν καὶ τὸν Μοκρὸν καὶ τοῦ ∆αλέν. Καὶ αἱ μὲν δύο ζουπανίαι, ἤγουν ἡ Ῥάστωτζα καὶ ἡ τοῦ Μοκροῦ, πρόσκεινται τῇ θαλάσσῃ, αἵτινες καὶ σαγήνας ἔχουσιν· ἡ δὲ τοῦ ∆αλενοῦ μήκοθέν ἐστιν τῆς θαλάσσης, καὶ ἐκ τῆς ἐργασίας ζῶσι τῆς γῆς. Πλησιάζουσιν δὲ αὐτοῖς νῆσοι τέσσαρες, τὰ Μέλετα, τὰ Κούρκουρα, ἡ Βράτζα καὶ ὁ Φάρος, κάλλισται καὶ εὐφορώταται, ἐρημόκαστρα ἔχουσαι καὶ ἐλαιῶνας πολλούς· οἰκοῦσι δὲ ἐν αὐταῖς, καὶ ἔχουσι τὰ κτήνη αὐτῶν, καὶ ἐξ αὐτῶν ζῶσιν. Ἀπὸ δὲ τῆς Ζεντίνας τοῦ ποταμοῦ ἄρχεται ἡ χώρα Χρωβατίας, καὶ παρεκτείνεται πρὸς μὲν τὴν παραθαλασσίαν μέχρι τῶν συνόρων Ἰστρίας, ἤγουν τοῦ κάστρου Ἀλβούνου, πρὸς δὲ τὰ ὀρεινὰ καὶ ὑπέρκειται μέχρι τινὸς τῷ θέματι Ἰστρίας, πλησιάζει δὲ πρὸς τὴν Τζέντινα καὶ τὴν Χλέβενα τῇ χώρᾳ Σερβλίας. Ἡ γὰρ χώρα Σερβλίας εἰς κεφαλὴν μέν ἐστιν πασῶν τῶν λοιπῶν χωρῶν, πρὸς ἄρκτον δὲ πλησιάζει τῇ Χρωβατίᾳ, πρὸς μεσημβρίαν δὲ τῇ Βουλγαρίᾳ. Ἀφ' οὗ δὲ κατεσκήνωσαν οἱ εἰρημένοι Σκλάβοι, κατεκράτησαν πᾶσαν τὴν περίχωρον ∆ελματίας· ἠργάζοντο δὲ τὰ κάστρα τῶν Ῥωμάνων τὰς νήσους, καὶ ἔζουν ἐξ αὐτῶν· ὑπὸ δὲ τῶν Παγανῶν καθ' ἑκάστην ἐπαιχμαλωτιζόμενοι καὶ ἀφανιζόμενοι κατέλιπον τὰς τοιαύτας νήσους, βουλόμενοι εἰς τὴν ἤπειρον ἐργάζεσθαι. Ἐκωλύοντο δὲ παρὰ τῶν Χρωβάτων· οὔπω γὰρ ἐτέλουν αὐτοὺς φόρους, ἀλλὰ πάντα, ἅπερ ἀρτίως παρέχουσι τοῖς Σκλάβοις, τῷ στρατηγῷ ταῦτα παρεῖχον. Ἀδυνάτως δὲ ἔχοντες τοῦ ζῆν προσῆλθον Βασιλείῳ, τῷ ἀοιδίμῳ βασιλεῖ, ἀναδιδάξαντες τὰ εἰρημένα πάντα. Ὁ οὖν ἀοίδιμος ἐκεῖνος βασιλεὺς Βασίλειος προετρέψατο πάντα τὰ διδόμενα τῷ στρατηγῷ δίδοσθαι παρ' αὐτῶν τοῖς Σκλάβοις καὶ εἰρηνικῶς ζῆν μετ' αὐτῶν καὶ βραχύ τι δίδοσθαι τῷ στρατηγῷ, ἵνα μόνον δείκνυται ἡ πρὸς τοὺς βασιλεῖς τῶν Ῥωμαίων καὶ πρὸς τὸν στρατηγὸν αὐτῶν ὑποταγὴ καὶ δούλωσις. Καὶ ἔκτοτε ἐγένοντο πάντα τὰ τοιαῦτα κάστρα ὑπόφορα τῶν Σκλάβων, καὶ τελοῦσιν αὐτοῖς πάκτα, τὸ μὲν κάστρον ἡ Ἀσπάλαθος νομίσματα σʹ, τὸ κάστρον τὸ Τετραγγούριν νομίσματα ρʹ, τὸ κάστρον τὰ ∆ιάδωρα νομίσματα ριʹ, τὸ κάστρον τὰ