1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

24

ἀνθρώπων γίνεται τὸ μνημόσυνον ὑμῶν; Ὅμως εἰ θέλετε τελείως πληροφορηθῆναι, ἀπελθόντες θεάσασθε, τί ἄρα ἐργάζονται πάντες οἱ χαλκεῖς τῇ προστάξει τοῦ ῥηγός. Καὶ εἰ οὐχ εὕρητε αὐτοὺς ἐργαζομένους τὰς ἁλύσεις καὶ τὰ δεσμά, γινώσκετε, ὅτι πάντα τὰ παρ' ἐμοῦ λαλούμενα ὑμῖν ἐστιν ψευδῆ· εἰ δὲ ἀληθεύω, φροντίσατε τὴν σωτηρίαν ὑμῶν καὶ ἐμὲ εὐεργετήσατε, τὸν τὰ χρηστὰ καὶ σωτήρια ὑμῖν βουλευσάμενον." Οἱ δὲ ἄρχοντες πεισθέντες τῷ τοῦ Σολδανοῦ λόγῳ, θεασάμενοι δὲ καὶ τὰς ἁλύσεις καὶ τὰ δεσμά, τελείαν πληροφορίαν ἔλαβον, καὶ ἔκτοτε ἐμελέτων τὴν ἀπώλειαν τοῦ ῥηγὸς Λοδοΐχου. Ὁ δὲ ῥὴξ ταῦτα πάντα ἀγνοῶν ἐξῆλθε πρὸς τὸ κυνηγῆσαι. Ὑποστρέψαντος δέ, οἱ τούτου ἄρχοντες ἐκράτησαν τὸ κάστρον, μὴ ἐάσαντες αὐτὸν εἰσελθεῖν. Ὁ δὲ ῥὴξ Λοδόϊχος τὴν τῶν ἀρχόντων ἔνστασιν θεασάμενος, εἰς τὴν ἰδίαν χώραν ὑπέστρεψεν. Οἱ δὲ ἄρχοντες εἶπον πρὸς τὸν Σολδανόν· "Τί ἄρα θέλεις ἡμᾶς ποιῆσαί σοι περὶ τῆς γενομένης εἰς ἡμᾶς παρὰ σοῦ σωτηρίας;" Ὁ δὲ ᾐτήσατο ἐν τῇ ἰδίᾳ χώρᾳ ἀπολῦσαι αὐτόν, καὶ τούτου γενομένου, ἀπῆλθεν ἐν Ἀφρικῇ εἰς τὴν ἰδίαν αὐτοῦ χώραν. Μὴ ἐπιλαθόμενος δὲ τῆς ἀρχαίας αὐτοῦ κακίας ἐστρατοπέδευσεν, καὶ ἦλθεν μετὰ δυνάμεως ἐν Καπύῃ καὶ ἐν Βενεβενδῷ πρὸς τὸ πολιορκῆσαι καὶ ὑποτάξαι αὐτούς. Οἱ δὲ τὰ τοιαῦτα κάστρα κρατοῦντες ἀπέστειλαν πρέσβεις πρὸς τὸν ῥῆγα Λοδόϊχον ἐν Φραγγίᾳ, ἵνα ἐλθὼν συνεπαμύνηται αὐτοῖς κατὰ τοῦ Σολδανοῦ καὶ τῶν Ἀφρικῶν. Ὁ δὲ ῥὴξ Λοδόϊχος ταῦτα μαθὼν καί, ὅνπερ ἐποίησεν τρόπον ὁ Σολδανός, πείσας καὶ τοὺς ἄρχοντας, ὅτι· "∆εσμίους μέλλει ὑμᾶς ὁ ῥὴξ ἐν Φραγγίᾳ ἐξορίσαι", ἀντεδήλωσεν αὐτοῖς, ὅτι· "Καὶ ἅπερ ἐποίησα πρότερον εἰς ὑμᾶς, μεταμέλημαι, ὅτι ἔσωσα ὑμᾶς ἀπὸ τῶν ἐχθρῶν ὑμῶν, καὶ ἀνταπεδώκατέ μοι πονηρὰ ἀντὶ ἀγαθῶν, καὶ καθὼς ἐδιώχθην παρ' ὑμῶν, ἀρτίως χαίρω ἐπὶ τῇ ἀπωλείᾳ ὑμῶν." Τότε ἀπορήσαντες ἀπὸ τοῦ ῥηγὸς Λοδοΐχου, ἀπέστειλαν πρέσβεις πρὸς τὸν βασιλέα Ῥωμαίων τοῦ δοῦναι αὐτοῖς βοήθειαν καὶ λυτρώσασθαι τοῦ τοιούτου κινδύνου. Ὁ δὲ βασιλεὺς ὑπέσχετο βοηθῆσαι αὐτοῖς. Τοῦ δὲ ἀποκρισιαρίου ἀπὸ τῆς πόλεως ὑποστρέψαντος καὶ ἀγαθὰς ἀγγελίας τοῖς πέμψασιν αὐτὸν ἀποκομίζοντος περὶ τῆς τοῦ βασιλέως συμμαχίας, μήπω τούτου ἀποσωθέντος ἐν τῷ κάστρῳ, ἐκρατήθη παρὰ τῶν βιγλῶν τοῦ Σολδανοῦ. Προεγνώκει γὰρ ὁ Σολδανὸς τὴν γεγονυίαν ἀποστολὴν πρὸς ἱκεσίαν τοῦ βασιλέως Ῥωμαίων, καὶ ἐπύκτευσεν τοῦ τὸν ἀποκρισιάριον αὐτῶν κρατῆσαι, ὅπερ καὶ γέγονεν. Κρατηθέντος δὲ αὐτοῦ, ἔμαθεν τὴν ἀποτελεσθεῖσαν παρ' αὐτοῦ δουλείαν, καὶ ὅτι δι' ὀλίγων ἡμερῶν καταλαμβάνει ἡ τοῦ βασιλέως Ῥωμαίων βοήθεια. Ὁ δὲ Σολδανὸς εἶπεν τῷ αὐτῷ ἀποκρισιαρίῳ, ὅτι· "Εἰ ποιήσεις, ὅπερ σοι εἴπω, ἐλευθερίας καὶ δωρεῶν μεγίστων ἀξιωθήσῃ· εἰ δὲ μή, πονηρῷ θανάτῳ τὴν ζωὴν ἀπολέσεις." Τοῦ δὲ ὑποσχομένου ἐκπληρῶσαι τὰ κελευόμενα αὐτῷ, εἶπεν ὁ Σολδανὸς πρὸς αὐτόν, ὅτι· "Κελεύω στῆναί σε πλησίον τοῦ τείχους καὶ προσκαλέσασθαι τοὺς ἀποστείλαντάς σε καὶ εἰπεῖν πρὸς αὐτούς· "Ἐγὼ μὲν τὴν δουλείαν, ἣν ὤφειλον ποιῆσαι, πεποίηκα, καὶ τὸν βασιλέα Ῥωμαίων περὶ ὑμῶν ἐδυσώπησα· πλὴν οὖν γινώσκετε, ὅτι εἰς κενὸν ἐγένετο ἡ ὁδός μου, καὶ ὁ βασιλεὺς πάμφαυλον ἔθετο τὴν παρ' ὑμῶν γεγονυίαν ἱκεσίαν, καὶ ἀπὸ τοῦ βασιλέως μὴ ἐλπίζετε βοήθειαν"." Τοῦ δὲ ὑποσχομένου ταῦτα μετὰ χαρᾶς ἐκπληρῶσαι, ἤγαγον αὐτὸν πλησίον τοῦ κάστρου, καὶ ἐν οὐδενὶ θέμενος τὰ παρὰ τοῦ Σολδανοῦ ῥηθέντα πάντα, μήτε τὰς ἀπειλὰς αὐτοῦ φοβηθείς, μήτε ταῖς ὑποσχέσεσιν αὐτοῦ πεισθείς, ἀλλὰ τὸν τοῦ Θεοῦ φόβον ἐν τῇ καρδίᾳ αὐτοῦ θέμενος, διελογίσατο ἐν ἑαυτῷ, ὅτι· "Συμφέρον ἐστὶν ἐμὲ μόνον ἀποθανεῖν καὶ μὴ τοσαύτας ψυχὰς διὰ λόγου παγιδεῦσαι καὶ προδοῦναι εἰς θάνατον." Καὶ δὴ πλησίον τοῦ τείχους αὐτοῦ γενομένου καὶ πάντας τοὺς ἄρχοντας προσκαλεσαμένου, εἶπεν πρὸς τοὺς ἐξουσιάζοντας τοῦ τοιούτου κάστρου· "Ἐγὼ μέν, κύριοί μου, τὴν διακονίαν μου ἐξεπλήρωσα, καὶ τὰ παρὰ τοῦ βασιλέως Ῥωμαίων δηλωθέντα ὑμῖν ἀπαγγελῶ, πλὴν ὁρκίζω ὑμᾶς εἰς τὸν υἱὸν τοῦ Θεοῦ καὶ εἰς τὴν σωτηρίαν παντὸς τοῦ κάστρου καὶ