1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

4

Πατζινακῖται πρὸς τὸν βασιλικὸν τοὺς ὅρκους κατὰ τὰ ζάκανα αὐτῶν, ἐπιδίδωσιν αὐτοῖς τὰς βασιλικὰς δωρεάς, καὶ ἀναλαμβάνεται φίλους ἐξ αὐτῶν, ὅσους βούλεται, καὶ ὑποστρέφει. Οὕτω δὲ χρὴ συμφωνεῖν μετ' αὐτῶν, ὥστε, ὅπου ἂν χρεωποιηθῇ αὐτοὺς ὁ βασιλεύς, ποιήσωσι δουλείαν, εἴτε εἰς τοὺς Ῥῶς, εἴτε εἰς τοὺς Βουλγάρους, εἴτε καὶ εἰς τοὺς Τούρκους. Εἰσὶ γὰρ δυνατοὶ τοῦ πάντας τούτους πολεμεῖν, καὶ πολλάκις κατ' αὐτῶν ἐλθόντες, φοβεροὶ νῦν καθεστήκασιν. Καὶ τοῦτο δῆλον καὶ ἐντεῦθέν ἐστιν. Τοῦ γὰρ κληρικοῦ Γαβριήλ ποτε πρὸς τοὺς Τούρκους ἀποσταλέντος ἀπὸ κελεύσεως βασιλικῆς καὶ πρὸς αὐτοὺς εἰπόντος, ὅτι· "Ὁ βασιλεὺς δηλοποιεῖ ὑμᾶς ἀπελθεῖν καὶ ἀποδιῶξαι τοὺς Πατζινακίτας ἀπὸ τοῦ τόπου αὐτῶν καὶ καθεσθῆναι ὑμᾶς (ὑμεῖς γὰρ καὶ πρότερον ἐκεῖσε ἐκαθέζεσθε) πρὸς τὸ εἶναι πλησίον τῆς βασιλείας μου, καὶ ὅτε θέλω, ἀποστέλλω, καὶ ἐν τάχει εὑρίσκω ὑμᾶς", πάντες οἱ ἄρχοντες τῶν Τούρκων μιᾷ φωνῇ ἐξεβόησαν, ὅτι· "Ἡμεῖς μετὰ τοὺς Πατζινακίτας ἑαυτοὺς οὐ βάλλομεν· οὐ γὰρ δυνάμεθα πολεμεῖν πρὸς αὐτούς, ὅτι καὶ χώρα μεγάλη καὶ λαὸς πολὺς καὶ κακὰ παιδία εἰσί· καὶ τοῦ λοιποῦ τὸν λόγον τοῦτον πρὸς ἡμᾶς μὴ εἰπῇς· οὐ γὰρ ἀγαπῶμεν αὐτόν." Ὅτι καὶ οἱ Πατζινακῖται ἐκεῖθεν τοῦ ∆ανάπρεως ποταμοῦ μετὰ τὸ ἔαρ διέρχονται, καὶ ἀεὶ ἐκεῖσε καλοκαιρίζουσιν. 9 Περὶ τῶν ἀπὸ Ῥωσίας ἐρχομένων Ῥῶς μετὰ τῶν μονοξύλων ἐν Κωνσταντινουπόλει. Ὅτι τὰ ἀπὸ τῆς ἔξω Ῥωσίας μονόξυλα κατερχόμενα ἐν Κωνσταντινουπόλει εἰσὶ μὲν ἀπὸ τοῦ Νεμογαρδάς, ἐν ᾧ Σφενδοσθλάβος, ὁ υἱὸς Ἴγγωρ, τοῦ ἄρχοντος Ῥωσίας, ἐκαθέζετο, εἰσὶ δὲ καὶ ἀπὸ τὸ κάστρον τὴν Μιλινίσκαν καὶ ἀπὸ Τελιούτζαν καὶ Τζερνιγῶγαν καὶ ἀπὸ τοῦ Βουσεγραδέ. Ταῦτα οὖν ἅπαντα διὰ τοῦ ποταμοῦ κατέρχονται ∆ανάπρεως, καὶ ἐπισυνάγονται εἰς τὸ κάστρον τὸ Κιοάβα, τὸ ἐπονομαζόμενον Σαμβατάς. Οἱ δὲ Σκλάβοι, οἱ πακτιῶται αὐτῶν, οἱ Κριβηταιηνοὶ λεγόμενοι, καὶ οἱ Λενζανῆνοι καὶ αἱ λοιπαὶ Σκλαβηνίαι εἰς τὰ ὄρη αὐτῶν κόπτουσι τὰ μονόξυλα ἐν τῷ τοῦ χειμῶνος καιρῷ, καὶ καταρτίσαντες αὐτά, τοῦ καιροῦ ἀνοιγομένου, ἡνίκα διαλυθῇ ὁ παγετός, εἰς τὰς πλησίον οὔσας λίμνας εἰσάγουσιν αὐτά. Καὶ ἐπειδὴ ἐκεῖναι εἰσβάλλουσιν εἰς τὸν ποταμὸν τὸν ∆άναπριν, ἀπὸ τῶν ἐκεῖσε οὗτοι εἰς τὸν αὐτὸν ποταμὸν εἰσέρχονται, καὶ ἀπέρχονται εἰς τὸν Κίοβα, καὶ σύρουσιν εἰς τὴν ἐξάρτισιν, καὶ ἀπεμπολοῦσιν αὐτὰ εἰς τοὺς Ῥῶς. Οἱ δὲ Ῥῶς σκαφίδια καὶ μόνα ταῦτα ἀγοράζοντες, τὰ παλαιὰ αὐτῶν μονόξυλα καταλύοντες, ἐξ αὐτῶν βάλλουσιν πέλλας καὶ σκαρμοὺς εἰς αὐτὰ καὶ λοιπὰς χρείας *** ἐξοπλίζουσιν αὐτά. Καὶ Ἰουνίου μηνὸς διὰ τοῦ ποταμοῦ ∆ανάπρεως ἀποκινοῦντες, κατέρχονται εἰς τὸ Βιτετζέβη, ὅπερ ἐστὶ πακτιωτικὸν κάστρον τῶν Ῥῶς, καὶ συναθροιζόμενοι ἐκεῖσε μέχρι δύο καὶ τριῶν ἡμερῶν, ἡνίκα ἂν ἅπαντα ἀποσυναχθῶσι τὰ μονόξυλα, τότε ἀποκινοῦσιν, καὶ κατέρχονται διὰ τοῦ εἰρημένου ∆ανάπρεως ποταμοῦ. Καὶ πρῶτον μὲν ἔρχονται εἰς τὸν πρῶτον φραγμόν, τὸν ἐπονομαζόμενον Ἐσσουπῆ, ὃ ἑρμηνεύεται Ῥωσιστὶ καὶ Σκλαβηνιστὶ "μὴ κοιμᾶσαι"· ὁ δὲ τούτου φραγμὸς τοσοῦτόν ἐστιν στενός, ὅσον τὸ πλάτος τοῦ τζυκανιστηρίου· μέσον δὲ αὐτοῦ πέτραι εἰσὶ ῥιζιμαῖαι ὑψηλαὶ νησίων δίκην ἀποφαινόμεναι. Πρὸς αὐτὰς οὖν ἐρχόμενον τὸ ὕδωρ καὶ πλημμυροῦν κἀκεῖθεν ἀποκρημνιζόμενον πρὸς τὸ κάτω μέρος ἦχον μέγαν καὶ φόβον ἀποτελεῖ. Καὶ διὰ τοῦτο μέσον αὐτῶν οὐ τολμῶσιν οἱ Ῥῶς διελθεῖν, ἀλλὰ πλησίον σκαλώσαντες καὶ τοὺς μὲν ἀνθρώπους ἐκβαλόντες εἰς τὴν ξηράν, τὰ δὲ λοιπὰ πράγματα ἐάσαντες εἰς τὰ μονόξυλα, εἶθ' οὕτως γυμνοὶ τοῖς ποσὶν αὐτῶν ψηλαφοῦντες ***, ἵνα μή τινι λίθῳ προσκρούσωσιν. Τοῦτο δὲ ποιοῦσιν οἱ μὲν πλώρᾳ, οἱ δὲ μέσον, οἱ δὲ καὶ εἰς τὴν πρύμναν μετὰ κονταρίων κοντοβευόμενοι, καὶ μετὰ τοιαύτης ἁπάσης ἀκριβείας διέρχονται τὸν τοιοῦτον πρῶτον φραγμὸν διὰ τῆς γωνίας καὶ τῆς ὄχθης τοῦ ποταμοῦ. Ἡνίκα δὲ διέλθωσι τὸν τοιοῦτον φραγμόν, πάλιν ἀπὸ τῆς ξηρᾶς ἀναλαμβανόμενοι τοὺς λοιποὺς ἀποπλέουσι, καὶ κατέρχονται εἰς τὸν ἕτερον φραγμόν, τὸν ἐπιλεγόμενον Ῥωσιστὶ μὲν Οὐλβορσί, Σκλαβηνιστὶ δὲ