1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

69

πολῖται ἀσμένως πάντα δεξάμενοι εὐφραίνοντο, καθὼς παρηγγέλθησαν, καὶ ἐχόρευον τὴν πᾶσαν ἡμέραν, φθασάσης δὲ τῆς ἑσπέρας, ἤρξαντο μισοποιεῖν οἱ πολῖται καὶ ἀπιέναι ἐν τοῖς οἴκοις αὐτῶν τοῦ ἀναπαῆναι, εὐφραίνοντο δὲ πανοικί. Καὶ ἡ Γυκία ἐν τῷ οἴκῳ αὐτῆς προτρεπομένη πάντας τοὺς αὐτῆς ἀδεῶς πίνειν πρὸς τὸ μεθυσθέντας αὐτοὺς τάχιον κοιμηθῆναι, μόνον ταῖς κουβικουλαρίαις αὐτῆς παρήγγειλεν τοῦ νήφειν, καὶ ἑαυτὴν τοῦ οἴνου ἐφύλαττεν. Εὑρηκυῖα γὰρ ποτήριον πορφυροῦν δέδωκεν τῇ κουβικουλαρέᾳ αὐτῆς, τῇ τὸ πρᾶγμα εἰδούσῃ, καὶ παρήγγειλεν αὐτῇ ἐν αὐτῷ αὐτὴν κιρνᾶν σὺν ὕδατι. Ὁ δὲ ἀνὴρ αὐτῆς θεωρῶν τὸ πορφυροῦν ποτήριον, οὐχ ὑπενόει σὺν ὕδατι αὐτὴν πίνειν. Τῆς δὲ ἑσπέρας φθασάσης, καὶ τῶν πολιτῶν, ὡς ἤδη εἶπον, μισοποιησάντων, λέγει τῷ ἀνδρὶ αὐτῆς ἡ Γυκία· "Εὐφρανθέντων ἡμῶν, δεῦρο λοιπὸν ἀναπαυθῶμεν καὶ ἡμεῖς." Ὁ δὲ ἀνὴρ αὐτῆς ἀκούσας μᾶλλον ἐχάρη, καὶ ἔσπευσεν τοῦ κοιμηθῆναι· οὐ γὰρ ἠδύνατο ἀφ' ἑαυτοῦ εἰπεῖν τοῦτο, μήπως ὑπόνοιαν δῷ τῇ γυναικί, περὶ οὗ ἐβουλεύετο δόλου. Κελεύει οὖν ἡ Γυκία ἀσφαλισθῆναι τοὺς πυλεῶνας καὶ πάντα τὰ παραθύρια καὶ ἐνεχθῆναι αὐτῇ τὰς κλεῖς κατὰ τὸ ἔθος. Καὶ τούτου γενομένου, λέγει ἐν τῷ λεληθότι τῇ πιστῇ αὐτῆς κουβικουλαρέᾳ, τῇ τὸν δόλον εἰδούσῃ, ὅτι· "Θέλησον σὺν ταῖς λοιπαῖς κουβικουλαρέαις εὐφυῶς ἐπᾶραι πάντα τὰ κόσμιά μου καὶ τὸ χρυσίον, καὶ εἴ τι χρήσιμον δύνασθε ἐγκολπίσασθαι, καὶ ἑτοιμάσατε ἑαυτάς, ἵνα, ὅταν εἴπω ὑμῖν, ἀκολουθήσητέ μοι." Αἱ δὲ ποιήσασαι κατὰ τὴν κέλευσιν αὐτῆς ἦσαν ἕτοιμαι. Τοῦ δὲ ἀνδρὸς αὐτῆς δῆθεν ἀνακλιθέντος τοῦ ἐκ συντόμου κοιμηθῆναι καὶ διὰ τάχους αὐτὸν πάλιν ἀναστῆναι πρὸς ἐπιβουλὴν τῆς πόλεως, ἡ δὲ Γυκία παρέσυρεν τοῦ καθευδῆσαι, ἕως ἂν πᾶσα ἡ φαμιλία αὐτῶν ἐκοιμήθη. Ὁ δὲ ἀνὴρ αὐτῆς ἐκ τοῦ πολλοῦ πότου ἀφύπνωσεν. Ἡ δὲ Γυκία ἰδοῦσα τοῦτον κοιμηθέντα, εὐφυῶς τὸν κοιτῶνα τῷ κλειδίῳ ἠσφαλίσατο, ἀποκλείσασα τὸν ἄνδρα καὶ κατελθοῦσα ἐκ τοῦ οἴκου σὺν ταῖς κουβικουλαρέαις αὐτῆς, ἐξελθοῦσα τῶν παραπυλίων ἡσύχως καὶ κλείσασα, εὐθέως ἐπέτρεψεν τοὺς τῆς πόλεως διὰ τάχους βληθῆναι τὸ πῦρ κύκλῳ τοῦ οἴκου. Βληθέντος δὲ τοῦ πυρός, καὶ τοῦ οἴκου ἀναφθέντος, εἴ πού τις τῶν ἔσωθεν ὄντων ἠδυνήθη ἐκπηδῆσαι ἢ ἑαυτὸν ῥίψαι, ὑπὸ τῶν πολιτῶν κατεσφάγη. Τοῦ δὲ οἴκου παντὸς καὶ τῶν ἐν αὐτῷ ἕως ἐδάφους καταφλεχθέντων, διέσωσεν ὁ Θεὸς τὴν Χερσωνιτῶν πόλιν ἐκ τῶν ἐπιβούλων Βοσποριανῶν. Ἡ δὲ Γυκία, βουλομένων τῶν πολιτῶν τὴν καταφλεχθεῖσαν αὐτῆς οἰκίαν ὀρύξαι καὶ καθᾶραι τὸν τόπον πρὸς οἰκοδομήν, οὐκ εἴασεν, ἀλλὰ μᾶλλον ἐπέτρεψεν πάσῃ τῇ πόλει φέρειν ἕκαστον αὐτῶν καὶ ἐκχύνειν αὐτόθι τὴν πᾶσαν αὐτῶν κοπρίαν πρὸς τὸ ἐν αὐτοῖς καταχωσθῆναι τὴν πᾶσαν αὐτῆς οἴκησιν, ὡς πρὸς ἐπιβουλὴν τῆς πόλεως γενομένην· διὸ καὶ ἐκλήθη ὁ τόπος Λαμάχου Σκοπὴ ἕως τῆς σήμερον. Τούτων οὖν ἁπάντων οὕτως γενομένων, ἰδόντες οἱ Χερσωνῖται τὴν τοιαύτην ἄπειρον ὑπὸ τῆς Γυκίας εἰς αὐτοὺς μετὰ Θεὸν γενομένην εὐεργεσίαν, καὶ ὅτι οὐδενὸς τῶν αὐτῆς τὸ σύνολον ἐφείσατο, ἀλλὰ τὴν σωτηρίαν τῆς πόλεως προετιμήσατο, ὑπὲρ τῆς τοιαύτης μισθαποδοσίας δύο χαλκοῦς ἀνδριάντας πρὸς τιμὴν αὐτῆς ἐν τῇ πλατείᾳ τῆς πόλεως ἀνήγειραν, νεάζουσαν αὐτὴν τῇ ἡλικίᾳ δεικνύοντες, καθ' ὃν καιρὸν ἦν τότε συμβαίνουσα, ἐν τούτοις δεικνύοντες καὶ τὴν αὐτῆς ἄφατον εὐεργεσίαν καὶ στοργὴν περὶ τοὺς πολίτας, ὅτι καὶ ἐν ἡλικίᾳ νέᾳ οὖσα οὕτως ἐφρόνησεν τὴν ἰδίαν πατρίδα μετὰ Θεὸν περισῶσαι. Ἐν μὲν γὰρ τῇ μιᾷ στήλῃ σωφρόνως αὐτὴν κεκαλλωπισμένην στήσαντες καὶ τὰ τῆς ἐπιβουλῆς τοῦ οἰκείου ἀνδρὸς τοῖς πολίταις ἐμφαίνουσαν, ἐν δὲ τῇ ἑτέρᾳ ἐναγώνιον αὐτὴν καὶ ἐπαμυνομένην κατὰ τῶν τῆς πόλεως ἐπιβούλων ἀποδεικνύοντες, ἐν οἷς καὶ ἐπέγραψαν ἐν τῇ τοῦ ἀνδριάντος αὐτῆς βάσει ἅπασαν τὴν ὑπ' αὐτῆς μετὰ Θεὸν γενομένην τοῖς πολίταις εὐεργεσίαν. Εἴπερ μέλλει τις εἶναι φιλόκαλος, τῆς αὐτῆς συνεχῶς κατὰ καιρὸν τὴν βάσιν ἀποσμήχει πρὸς τὴν τῶν ἐν αὐτῇ γενομένων ἀνάγνωσίν τε καὶ ὑπόμνησιν τῶν ὑπ' αὐτῆς γενομένων, ἔλεγχον δὲ