1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

7

Χάζαροι, εἴτε Τοῦρκοι, εἴτε καὶ Ῥῶς, ἢ ἕτερόν τι ἔθνος τῶν βορείων καὶ Σκυθικῶν, οἷα πολλὰ συμβαίνει, ἐκ τῶν βασιλείων ἐσθήτων ἢ στεμμάτων ἢ στολῶν ἕνεκά τινος δουλείας καὶ ὑπουργίας αὐτῶν ἀποσταλῆναι αὐτοῖς, οὕτως χρή σε ἀπολογήσασθαι, ὅτι· "Αἱ τοιαῦται στολαὶ καὶ τὰ στέμματα, ἃ παρ' ὑμῶν καμελαύκια ὀνομάζεται, οὔτε παρὰ ἀνθρώπων κατεσκευάσθησαν, οὔτε ἐξ ἀνθρωπίνων τεχνῶν ἐπενοήθησαν ἢ ἐξηργάσθησαν, ἀλλ' ὡς ἀπὸ παλαιᾶς ἱστορίας ἐν ἀπορρήτοις λόγοις γεγραμμένον εὑρίσκομεν, ἡνίκα ὁ Θεὸς βασιλέα ἐποίησεν Κωνσταντῖνον ἐκεῖνον τὸν μέγαν, τὸν πρῶτον Χριστιανὸν βασιλεύσαντα, δι' ἀγγέλου αὐτῷ τὰς τοιαύτας στολὰς ἐξαπέστειλεν καὶ τὰ στέμματα, ἅπερ ὑμεῖς καμελαύκια λέγετε, καὶ διωρίσατο αὐτῷ θεῖναι ταῦτα ἐν τῇ μεγάλῃ τοῦ Θεοῦ ἁγίᾳ ἐκκλησίᾳ, ἥτις ἐπ' ὀνόματι αὐτῆς τῆς ἐνυποστάτου σοφίας Θεοῦ Ἁγία Σοφία κατονομάζεται, καὶ μὴ καθ' ἑκάστην αὐτὰ ἀμφιέννυσθαι, ἀλλ' ὅτε δημοτελὴς καὶ μεγάλη τυγχάνῃ δεσποτικὴ ἑορτή. ∆ιὸ δὴ Θεοῦ προστάγματι ταῦτα ἀπέθετο, ἅτινα καὶ ἄνωθεν τῆς ἁγίας τραπέζης ἐν τῷ θυσιαστηρίῳ τοῦ αὐτοῦ ναοῦ ἀποκρέμαται, καὶ εἰς κόσμον τῆς ἐκκλησίας καθέστηκεν. Τὰ δὲ λοιπὰ ἱμάτια καὶ σαγία βασιλικὰ τῆς ἱερᾶς ταύτης τραπέζης ἄνωθεν ἐπίκεινται ἐφαπλούμενα. Ἡνίκα δὲ καταλάβῃ τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ ἑορτή, ἀναλαμβάνεται ἐκ τῶν τοιούτων στολῶν καὶ στεμμάτων τὰ πρὸς τὸν καιρὸν ἐπιτήδεια καὶ ἁρμόζοντα ὁ πατριάρχης, καὶ ἀποστέλλει πρὸς τὸν βασιλέα, καὶ ἀμφιέννυται αὐτὰ ἐκεῖνος, ὡς ὑπηρέτης Θεοῦ καὶ διάκονος, ἐν τῇ προελεύσει καὶ μόνον, καὶ πάλιν μετὰ τὴν χρείαν ἀντιστρέφει αὐτὰ πρὸς τὴν ἐκκλησίαν, καὶ ἀπόκεινται ἐν αὐτῇ. Ἀλλὰ καὶ κατάρα τοῦ ἁγίου καὶ μεγάλου βασιλέως Κωνσταντίνου ἐστὶν ἐν τῇ ἁγίᾳ ταύτῃ τραπέζῃ τῆς τοῦ Θεοῦ ἐκκλησίας ἐγγεγραμμένη, καθὼς αὐτῷ διὰ τοῦ ἀγγέλου ὁ Θεὸς διωρίσατο, ἵνα, ἐὰν βουληθῇ βασιλεὺς διά τινα χρείαν ἢ περίστασιν ἢ ἐπιθυμίαν ἄκαιρον ἐξ αὐτῶν ἐπᾶραι καὶ ἢ αὐτὸς καταχρήσασθαι ἢ ἑτέροις χαρίσασθαι, ὡς πολέμιος καὶ τῶν τοῦ Θεοῦ προσταγμάτων ἐχθρός, ἀναθεματίζεται καὶ τῆς ἐκκλησίας ἀποκηρύττεται· εἰ δὲ καὶ αὐτὸς ἕτερα ὅμοια καμεῖν βουληθῇ, ἵνα καὶ αὐτὰ ἡ τοῦ Θεοῦ ἐκκλησία ἀναλαμβάνηται, τῶν ἀρχιερέων πάντων εἰς ταῦτα παρρησιαζομένων καὶ τῆς συγκλήτου· καὶ μὴ ἔχειν ἐξουσίαν μήτε τὸν βασιλέα, μήτε τὸν πατριάρχην, μήτε ἕτερόν τινα τὰς τοιαύτας ἀναλαμβάνεσθαι στολὰς ἢ τὰ στέμματα ἀπὸ τῆς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας. Καὶ φόβος μέγας ἐπήρτηται τοῖς βουλομένοις ἀνατρέπειν τι τῶν τοιούτων θεϊκῶν διατάξεων. Εἷς γάρ τις τῶν βασιλέων, Λέων ὀνόματι, ὃς καὶ ἀπὸ Χαζαρίας γυναῖκα ἠγάγετο, ἀβούλῳ τόλμῃ χρησάμενος ἓν τῶν τοιούτων ἀνελάβετο στεμμάτων, δεσποτικῆς μὴ παρούσης ἑορτῆς, καὶ δίχα γνώμης τοῦ πατριάρχου τοῦτο περιεβάλετο. Καὶ εὐθέως ἄνθρακα ἐπὶ τοῦ μετώπου ἐκβαλὼν καὶ ταῖς ἐκ τούτου ὀδύναις κατατρυχόμενος κακιγκάκως ἀπέρρηξεν τὸ ζῆν, καὶ πρὸ καιροῦ τὸν θάνατον ἐπεσπάσατο. Καὶ τοῦ τοιούτου συντόμως ἐκδικηθέντος τολμήματος, ἔκτοτε τύπος ἐγένετο, ὥστε ἐν τῷ μέλλειν στέφεσθαι τὸν βασιλέα πρότερον ὀμνύειν καὶ ἀσφαλίζεσθαι, ὅτι οὐδὲν ἐναντίον τῶν προστεταγμένων καὶ ἐκ παλαιοῦ φυλαττομένων τολμήσει ποιήσειν ἢ ἐννοήσασθαι καὶ οὕτως ὑπὸ τοῦ πατριάρχου στέφεσθαι καὶ τὰ ἁρμόζοντα τῇ καθεστώσῃ ἑορτῇ ἐπιτελεῖν τε καὶ διαπράττεσθαι." Ὡσαύτως χρή σε καὶ περὶ τοῦ ὑγροῦ πυρός, τοῦ διὰ τῶν σιφώνων ἐκφερομένου μεριμνᾶν τε καὶ μελετᾶν, ὡς εἴπερ ποτὲ τολμήσωσί τινες καὶ αὐτὸ ἐπιζητῆσαι, καθὼς καὶ παρ' ἡμῶν πολλάκις ἐζήτησαν, τοιούτοις αὐτοὺς ἔχεις ἀποκρούεσθαι καὶ ἀποπέμπεσθαι ῥήμασιν, ὅτι· "Καὶ αὐτὸ ἀπὸ τοῦ Θεοῦ δι' ἀγγέλου τῷ μεγάλῳ καὶ πρώτῳ βασιλεῖ Χριστιανῷ, ἁγίῳ Κωνσταντίνῳ ἐφανερώθη καὶ ἐδιδάχθη. Παραγγελίας δὲ μεγάλας καὶ περὶ τούτου παρὰ τοῦ αὐτοῦ ἀγγέλου ἐδέξατο, ὡς παρὰ πατέρων καὶ πάππων πιστωθέντες πληροφορούμεθα, ἵνα ἐν μόνοις τοῖς Χριστιανοῖς καὶ τῇ ὑπ' αὐτῶν βασιλευομένῃ πόλει κατασκευάζηται, ἀλλαχοῦ δὲ μηδαμῶς, μήτε