1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

26

κάστρον τὸ Τετραγγούριν νησίον ἐστὶν μικρὸν ἐν τῇ θαλάσσῃ, ἔχον καὶ τράχηλον ἕως τῆς γῆς στενώτατον δίκην γεφυρίου, ἐν ᾧ διέρχονται οἱ κατοικοῦντες εἰς τὸ αὐτὸ κάστρον. Τετραγγούριν δὲ καλεῖται διὰ τὸ εἶναι αὐτὸ μικρὸν δίκην ἀγγουρίου. Ἐν δὲ τῷ αὐτῷ κάστρῳ ἀπόκειται ὁ ἅγιος μάρτυς Λαυρέντιος, ὁ ἀρχιδιάκων. Ὅτι τὸ κάστρον τῶν ∆εκατέρων ἑρμηνεύεται τῇ Ῥωμαίων διαλέκτῳ "ἐστενωμένον καὶ πεπνιγμένον", διότι εἰσέρχεται ἡ θάλασσα ὥσπερ γλῶσσα ἐστενωμένη μέχρι τῶν ιεʹ ἢ καὶ κʹ μιλίων, καὶ εἰς τὸ τῆς θαλάσσης συμπλήρωμά ἐστιν τὸ κάστρον. Ἔχει δὲ τὸ τοιοῦτον κάστρον κύκλῳ αὐτοῦ ὄρη ὑψηλά, ὥστε μόνῳ τῷ καλοκαιρίῳ βλέπειν τὸν ἥλιον διὰ τὸ μεσουρανεῖν, τῷ δὲ χειμῶνι οὐδαμῶς. Ἐν δὲ τῷ αὐτῷ κάστρῳ κεῖται ὁ ἅγιος Τρύφων ἀκέραιος πᾶσαν νόσον ἰώμενος, μάλιστα τοὺς ὑπὸ πνευμάτων ἀκαθάρτων τυραννουμένους· ὁ δὲ ναὸς αὐτοῦ ἐστιν εἰληματικός. Ὅτι τὸ κάστρον τῶν ∆ιαδώρων καλεῖται τῇ Ῥωμαίων διαλέκτῳ "ἰὰμ ἔρα", ὅπερ ἑρμηνεύεται "ἀπάρτι ἦτον"· δηλονότι ὅτε ἡ Ῥώμη ἐκτίσθη, προεκτισμένον ἦν τὸ τοιοῦτον κάστρον· ἔστιν δὲ τὸ κάστρον μέγα. Ἡ δὲ κοινὴ συνήθεια καλεῖ αὐτὸ ∆ιάδωρα. Ἐν δὲ τῷ αὐτῷ κάστρῳ κεῖται ἐν σαρκὶ ἡ ἁγία Ἀναστασία, ἡ παρθένος, θυγάτηρ γεγονυῖα Εὐσταθίου τοῦ κατὰ τὸν καιρὸν ἐκεῖνον βασιλεύσαντος, καὶ ὁ ἅγιος Χρυσόγονος μοναχὸς καὶ μάρτυς καὶ ἡ ἁγία ἅλυσις αὐτοῦ. Ὁ δὲ ναὸς τῆς ἁγίας Ἀναστασίας ἐστὶν δρομικός, ὅμοιος τῷ τῶν Χαλκοπρατείων ναῷ, μετὰ κιόνων πρασίνων καὶ λευκῶν, ὅλος εἰκονισμένος ἐξ ὑλογραφίας ἀρχαίας· ὁ δὲ πάτος αὐτοῦ ἐστιν ἀπὸ συγκοπῆς θαυμαστῆς. Ἔστιν δὲ καὶ ἕτερος ναὸς πλησίον αὐτοῦ εἰληματικός, ἡ Ἁγία Τριάς, καὶ ἐπάνω τοῦ ναοῦ αὐτοῦ πάλιν ἕτερος ναὸς δίκην κατηχουμένων, καὶ αὐτὸς εἰληματικός, εἰς ὃν καὶ ἀνέρχονται διὰ κοχλίου. Ὅτι εἰσὶν νησία ὑπὸ τὴν ἐπικράτειαν τῆς ∆ελματίας μέχρι Βενεβενδοῦ πυκνὰ καὶ πάμπολλα, ὥστε μηδέποτε φοβεῖσθαι ἐκεῖσε κλύδωνα τὰ πλοῖα. Ἐξ αὐτῶν τῶν νησίων ἐστὶν τὸ κάστρον ἡ Βέκλα, καὶ εἰς ἕτερον νησίον ἡ Ἄρβη, καὶ εἰς ἕτερον νησίον τὰ Ὄψαρα, καὶ εἰς ἕτερον νησίον τὸ Λουμβρικάτον, ἅτινα κατοικοῦνται μέχρι τοῦ νῦν. Τὰ δὲ λοιπά εἰσιν ἀοίκητα, ἔχοντα ἐρημόκαστρα, ὧν τὰ ὀνόματά εἰσιν οὕτως· Καταυτρεβενώ, Πιζούχ, Σελβώ, Σκερδά, Ἀλωήπ, Σκηρδάκισσα, Πυρότιμα, Μελετᾶ, Ἐστιουνὴζ καὶ ἕτερα πάμπολλα, ὧν τὰ ὀνόματα οὐ νοοῦνται. Τὰ δὲ λοιπὰ κάστρα, τὰ ὄντα εἰς τὴν ξηρὰν τοῦ θέματος καὶ κρατηθέντα παρὰ τῶν εἰρημένων Σκλάβων, ἀοίκητα καὶ ἔρημα ἵστανται, μηδενὸς κατοικοῦντος ἐν αὐτοῖς. 30 ∆ιήγησις περὶ τοῦ θέματος ∆ελματίας. Εἰ πᾶσιν ἡ γνῶσις καλόν, καὶ ἡμεῖς ἄρα τῶν πραγμάτων τὴν γνῶσιν καταλαμβάνοντες οὐ πόρρω τούτου γινόμεθα. Ὅθεν καὶ πᾶσι φανερὰν ποιοῦμεν τῶν μεθ' ἡμᾶς πῇ μὲν τούτων τὴν δήλωσιν, πῇ δὲ ἑτέρων ἀξιολόγων τινῶν, ἵνα καὶ διπλοῦν ἐπακολουθῇ τὸ καλόν. Τοῖς οὖν καὶ τῆς ∆ελματίας τὴν παράληψιν ζητοῦσιν, ὅπως ἐλήφθη παρὰ τῶν Σκλαβικῶν ἐθνῶν, ἐντεῦθεν ἔστιν μαθεῖν, ἀλλὰ πρότερον τὴν θέσιν αὐτῆς διηγητέον. Ἐκ παλαιοῦ τοίνυν ἡ ∆ελματία τὴν ἀρχὴν μὲν εἶχεν ἀπὸ τῶν συνόρων ∆υρραχίου, ἤγουν ἀπὸ Ἀντιβάρεως, καὶ παρετείνετο μὲν μέχρι τῶν τῆς Ἰστρίας ὀρῶν, ἐπλατύνετο δὲ μέχρι τοῦ ∆ανουβίου ποταμοῦ. Ἦν δὲ ἅπασα ἡ τοιαύτη περίχωρος ὑπὸ τὴν Ῥωμαίων ἀρχήν, καὶ ἐνδοξότερον τῶν ἄλλων ἑσπερίων θεμάτων τὸ τοιοῦτον θέμα ἐτύγχανε, πλὴν παρελήφθη παρὰ τῶν Σκλαβικῶν ἐθνῶν τρόπῳ τοιῷδε. Κάστρον ἐστὶν πλησίον Ἀσπαλάθου, ὃ Σαλῶνα λέγεται, ἔργον ∆ιοκλητιανοῦ τοῦ βασιλέως, ἀλλ' ἡ μὲν Ἀσπάλαθος καὶ αὐτὴ παρὰ ∆ιοκλητιανοῦ ἐκτίσθη, καὶ τὰ αὐτοῦ βασιλικὰ ἐκεῖσε ἐτύγχανον, εἰς δὲ Σαλῶνα κατῴκουν οἵ τε μεγιστᾶνες αὐτοῦ καὶ τῶν ὄχλων ἱκανοί. Ὑπῆρχε δὲ τὸ τοιοῦτον κάστρον κεφαλὴ πάσης τῆς ∆ελματίας. Ἠθροίζοντο οὖν ἀνὰ πᾶν ἔτος ἐκ τῶν λοιπῶν κάστρων ∆ελματίας στρατιῶται ἔφιπποι, καὶ ἀπεστέλλοντο ἀπὸ Σαλῶνος μέχρι τῶν χιλίων, καὶ ἐφύλαττον εἰς τὸν ∆ανούβιν ποταμὸν ἕνεκεν τῶν Ἀβάρων. Οἱ γὰρ Ἄβαρεις ἐκεῖθεν τοῦ ∆ανουβίου ποταμοῦ τὰς διατριβὰς ἐποιοῦντο, ἔνθα ἀρτίως εἰσὶν