1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

16

ἁπλῷ σχήματι ἢ ἐν συνθέτῳ. Ἁπλὸν μὲν οὖν μάρτυρ, μάρτυρος, ὁ μάρτυς, Χάροψ, Χάροπος, ὁ Χάροπος, "Χαρόποιό τ' ἄνακτος", Τροίζην, Τροίζηνος, ὁ Τροίζηνος, "υἱὸς Τροιζήνοιο", Ἴβηρ, Ἴβηρος, ὁ Ἴβηρος", ἀφ' οὗ παρὰ Κουαδράτῳ ἐν Ῥωμαϊκῆς χιλιάδος εʹ ἔστιν Ἰβήροισιν οὕτως· "Καί τοι Λίγυσί θ' ἅμα καὶ Ἰβήροισι πολεμέοντες." Τὸ αὐτὸ καὶ Ἅβρων ἐν Παρωνύμοις φησί. Καὶ "αὐτὸς Ἴβηρος τραγοπώγων" ἐν Μαλθακοῖς εἴρηται Κρατίνου. Λέγονται οἱ Ἴβηρες ὑδροποτεῖν, ὡς Ἀθήναιος ἐν ∆ειπνοσοφιστῶν βʹοὕτως· "Φύλαρχος μὲν ἐν τῇ ζʹ καὶ τοὺς Ἴβηράς φησι ὑδροποτεῖν πάντας, καίτοι πλουσιωτάτους πάντων ἀνθρώπων τυγχάνοντας (κέκτηνται γὰρ καὶ ἄργυρον καὶ χρυσὸν πλεῖστον), μονοσιτεῖν τε αὐτοὺς ἀεὶ λέγει διὰ μικρολογίαν, ἐσθῆτάς τε φορεῖν πολυτελεστάτας." 24 Περὶ Ἱσπανίας. Πόθεν εἴρηται Ἱσπανία; Ἀπὸ Ἱσπάνου γίγαντος οὕτω καλομένου. Ἱσπανίαι δύο τῆς Ἰταλίας ἐπαρχίαι· ἡ μὲν μεγάλη, ἡ δὲ μικρά. Ταύτης ἐμνήσθη Χάραξ ἐν ιʹ Χρονικῶν· "Ἐν Ἱσπανίᾳ τῇ μικρᾷ τῇἔξω Λουσιτανῶν πάλιν ἀποστάντων, ἐπέμφθη ὑπὸ Ῥωμαίων στρατηγὸς ἐπ' αὐτοὺς Κύιντος." Ὁ αὐτὸς ὁμοῦ περὶ τῶν δύο· "Κύιντος ὁ τῶν Ῥωμαίων πολέμαρχος ἐν ἀμφοτέραις ταῖς Ἱσπανίαις. Ἡσσώμενοςδὲ ὑπὸ Οὐιριάθου σπονδὰς πρὸς αὐτὸν ἐποιήσατο." Ταύτην κεκλῆσθαί φησιν Ἰβηρίαν ἐν Ἑλληνικῶν γʹ· "Τὴν δὲ Ἱσπανίαν Ἕλληνες τὰ πρῶτἸβηρίαν ἐκάλουν, οὔπω ξύμπαντος τοῦ ἔθνους τὴν προσηγορίαν μεμαθηκότες, ἀλλ' ἀπὸ μέρους τῆς γῆς, ὅ ἐστιν πρὸς ποταμὸν Ἴβηρα, καὶ ἀπ' ἐκείνου ὀνομάζεται, τὴν πᾶσαν οὕτω καλοῦντες·" Ὕστερον δέ φασιν αὐτὴν μετακεκλῆσθαι Πανωνίαν. 25 Ἐκ τῆς ἱστορίας τοῦ ὁσίου Θεοφάνους τῆς Σιγριανῆς. Τούτῳ τῷ ἔτει Οὐαλεντινιανὸς οὐ μόνον Βρεττανίαν καὶ Γαλλίαν καὶ Ἱσπανίαν ἀνασώσασθαι οὐκ ἴσχυσεν, ἀλλὰ καὶ τὴν ἑσπέριον Λιβύην, τὴν τῶν Ἄφρων καλουμένην χώραν προσαπώλεσε τρόπῳ τοιῷδε. ∆ύο στρατηγοὶ ἦσαν, Ἀέτιος καὶ Βονιφάτιος, οὓς Θεοδόσιος κατὰ αἴτησιν Οὐαλεντινιανοῦ εἰς Ῥώμην ἀπέστειλεν. Βονιφάτιος δὲ τὴν ἀρχὴν τῆς ἑσπερίου Λιβύης λαβών, φθονήσας Ἀέτιος διαβολὴν ποιεῖται κατ' αὐτοῦ, ὡς ἀνταρσίαν μελετῶντος καὶ τῆς Λιβύης κρατῆσαι σπεύδοντος. Καὶ ταῦτα μὲν πρὸς Πλακιδίαν ἔλεγε, τὴν τοῦ Οὐαλεντινιανοῦ μητέρα. Γράφει δὲ καὶ Βονιφατίῳ, ὅτι· "Ἐὰν μεταπεμφθῇς, παραγενέσθαι μὴ θελήσῃς· διεβλήθης γάρ, καὶ δόλῳ σε οἱ βασιλεῖς βούλονται χειρώσασθαι." Ταῦτα δεξάμενος Βονιφάτιος καὶ ὡς γνησίῳ φίλῳ Ἀετίῳ πιστεύσας, μεταπεμφθεὶς οὐ παρεγένετο. Τότε οἱ βασιλεῖς ὡς εὐνοοῦντα τὸν Ἀέτιον ἀπεδέξαντο. Ἦσαν δὲ τῷ τότε Γότθοι καὶ ἔθνη πολλά τε καὶ μέγιστα μέχρι τοῦ ∆ανουβίου ἐν τοῖς ὑπερβορείοις τόποις κατῳκισμένα. Τούτων δὲ ἀξιολογώτερά εἰσι Γότθοι, Ἰσίγοτθοι, Γήπαιδες καὶ Οὐανδῆλοι, ἐν ὀνόμασι μόνον καὶ οὐδενὶ ἑτέρῳ διαλλάττοντες, μιᾷ διαλέκτῳ κεχρημένοι· πάντες δὲ τῆς Ἀρείου ὑπάρχουσι κακοπιστίας. Οὗτοι ἐπ' Ἀρκαδίου καὶ Ὁνωρίου τὸν ∆ανούβιν διαβάντες, ἐν τῇ τῶν Ῥωμαίωνγῇ κατῳκίσθησαν. Καὶ οἱ μὲν Γήπαιδες, ἐξ ὧν ὕστερον διῃρέθησαν Λογγίβαρδοι καὶ Ἄβαρεις, τὰ περὶ Σιγγιδῶνα καὶ Σέρμιον χωρία ᾤκησαν. Οἱ δὲ Ἰσίγοτθοι μετὰ Ἀλάριχον τὴν Ῥώμην πορθήσαντες,εἰς Γαλλίας ἐχώρησαν καὶ τῶν ἐκεῖ ἐκράτησαν. Γότθοι δὲ Παννονίαν ἔχοντες πρῶτον, ἔπειτα ιθʹ ἔτει τῆς βασιλείας Θεοδοσίου τοῦ νέου, ἐπιτρέψαντος, τὰ τῆς Θρᾴκης χωρία ᾤκησαν, καὶ ἐπὶ νηʹ χρόνους ἐν τῇ Θρᾴκῃ διατρίψαντες, Θευδερίχου ἡγεμονεύοντος αὐτῶν πατρικίου καὶ ὑπάτου, Ζήνωνος αὐτοῖς ἐπιτρέψαντος, τῆς ἑσπερίου βασιλείας ἐκράτησαν. Οἱ δὲ Οὐανδῆλοι Ἀλανοὺς ἑταιρισάμενοι καὶ Γερμανούς, τοὺς νῦν καλουμένους Φράγγους, διαβάντες τὸν † Νῖνον † ποταμόν, ἡγούμενον ἔχοντες Γογίδισκλον, κατῴκησαν ἐν Ἱσπανίᾳ, πρώτῃ οὔσῃ χώρᾳ τῆς Εὐρώπης ἀπὸ τοῦ ἑσπερίου Ὠκεανοῦ. Βονιφάτιος δὲ φοβηθεὶς τοὺς τῶν Ῥωμαίων βασιλεῖς, περάσας ἀπὸ Λιβύης, εἰς Ἱσπανίαν πρὸς τοὺς Οὐανδήλους ἦλθεν, καὶ εὑρὼν τὸν μὲν Γογίδισκλον τελευτήσαντα, τοὺς δὲ ἐκείνου παῖδας, Γότθαρόν τε καὶ Γηζέριχον τὴν ἀρχὴν διέποντας, τούτους προτρεψάμενος τὴν ἑσπέριον Λιβύην εἰς τρία μέρη διελεῖν ὑπέσχετο, ἐφ' ᾧ ἕκαστον τοῦ τρίτου