1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

29

Ὄψαρα νομίσματα ρʹ, τὸ κάστρον ἡ Ἄρβη νομίσματα ρʹ, τὸ κάστρον ἡ Βέκλα νομίσματα ρʹ, ὡς ὁμοῦ νομίσματα ψιʹ ἐκτὸς οἴνου καὶ ἑτέρων διαφόρων εἰδῶν· ταῦτα γὰρ πλείονά εἰσιν ὑπὲρ τὰ νομίσματα. Τὸ δὲ κάστρον τὸ Ῥαούσιον μέσον τῶν δύο χωρῶν πρόσκειται, τῶν τε Ζαχλούμων καὶ τῆς Τερβουνίας· ἔχουσι δὲ καὶ τοὺς ἀμπελῶνας αὐτῶν εἰς ἀμφοτέρας τὰς χώρας, καὶ τελοῦσι πρὸς μὲν τὸν ἄρχοντα τῶν Ζαχλούμων νομίσματα λʹ, πρὸς δὲ τὸν ἄρχοντα Τερβουνίας νομίσματα λʹ. 31 Περὶ τῶν Χρωβάτων καὶ ἧς νῦν οἰκοῦσι χώρας. Ὅτι οἱ Χρωβάτοι, οἱ εἰς τὰ τῆς ∆ελματίας νῦν κατοικοῦντες μέρη, ἀπὸ τῶν ἀβαπτίστων Χρωβάτων, τῶν καὶ ἄσπρων ἐπονομαζομένων, κατάγονται, οἵτινες Τουρκίας μὲν ἐκεῖθεν, Φραγγίας δὲ πλησίον κατοικοῦσι, καὶ συνοροῦσι Σκλάβοις, τοῖς ἀβαπτίστοις Σέρβλοις. Τὸ δὲ Χρωβάτοι τῇ τῶν Σκλάβων διαλέκτῳ ἑρμηνεύεται, τουτέστιν "οἱ πολλὴν χώραν κατέχοντες". Οἱ δὲ αὐτοὶ Χρωβάτοι εἰς τὸν βασιλέα τῶν Ῥωμαίων, Ἡράκλειον πρόσφυγες παρεγένοντο πρὸ τοῦ τοὺς Σέρβλους προσφυγεῖν εἰς τὸν αὐτὸν βασιλέα, Ἡράκλειον κατὰ τὸν καιρόν, ὃν οἱ Ἄβαρεις πολεμήσαντες, ἀπ' ἐκεῖσε τοὺς Ῥωμάνους ἐναπεδίωξαν, οὓς ὁ βασιλεὺς ∆ιοκλητιανὸς ἀπὸ Ῥώμης ἀγαγὼν ἐκεῖσε κατεσκήνωσεν, διὸ καὶ Ῥωμᾶνοι ἐκλήθησαν διὰ τὸ ἀπὸ Ῥώμης μετοίκους αὐτοὺς γενέσθαι ἐν ταῖς τοιαύταις χώραις, ἤγουν τῆς νῦν καλουμένης Χρωβατίας καὶ Σερβλίας. Παρὰ δὲ τῶν Ἀβάρων ἐκδιωχθέντες οἱ αὐτοὶ Ῥωμᾶνοι ἐνταῖς ἡμέραις τοῦ αὐτοῦ βασιλέως Ῥωμαίων, Ἡρακλείου, αἱ τούτων ἔρημοι καθεστήκασιν χῶραι. Προστάξει οὖν τοῦ βασιλέως Ἡρακλείου οἱ αὐτοὶ Χρωβάτοι καταπολεμήσαντες καὶ ἀπὸ τῶν ἐκεῖσε τοὺς Ἀβάρους ἐκδιώξαντες, Ἡρακλείου τοῦ βασιλέως κελεύσει ἐν τῇ αὐτῇ τῶν Ἀβάρων χώρᾳ, εἰς ἣν νῦν οἰκοῦσιν, κατεσκήνωσαν. Εἶχον δὲ οἱ αὐτοὶ Χρωβάτοι τῷ τότε καιρῷ ἄρχοντα τὸν πατέρα τοῦ Ποργᾶ. Ὁ δὲ βασιλεὺς Ἡράκλειος ἀποστείλας καὶ ἀπὸ Ῥώμης ἀγαγὼν ἱερεῖς καὶ ἐξ αὐτῶν ποιήσας ἀρχιεπίσκοπον καὶ ἐπίσκοπον καὶ πρεσβυτέρους καὶ διακόνους, τοὺς Χρωβάτους ἐβάπτισεν· εἶχον δὲ τῷ τότε καιρῷ οἱ τοιοῦτοι Χρωβάτοι ἄρχοντα τὸν Ποργᾶ. Ὅτι ἡ τοιαύτη χώρα, εἰς ἣν οἱ Χρωβάτοι κατεσκηνώθησαν, ἐξ ἀρχῆς ὑπὸ τὴν ἐξουσίαν ἦν τοῦ βασιλέως τῶν Ῥωμαίων, ἐξ οὗ καὶ παλάτια καὶ ἱπποδρόμια τοῦ βασιλέως ∆ιοκλητιανοῦ ἐν τῇ τῶν αὐτῶν Χρωβάτων χώρᾳ μέχρι τῆς νῦν περισώζονται εἰς τὸ κάστρον Σαλώνας πλησίον τοῦ κάστρου Ἀσπαλάθου. Ὅτι οὗτοι οἱ βαπτισμένοι Χρωβάτοι ἔξωθεν τῆς ἰδίας αὐτῶν χώρας πολεμεῖν ἀλλοτρίας οὐ βούλονται· χρησμὸν γάρ τινα καὶ ὁρισμὸν ἔλαβον παρὰ τοῦ πάπα Ῥώμης, τοῦ ἐπὶ Ἡρακλείου, τοῦ βασιλέως Ῥωμαίων, ἀποστείλαντος ἱερεῖς καὶ τούτους βαπτίσαντος. Καὶ γὰρ οὗτοι οἱ Χρωβάτοι μετὰ τὸ αὐτοὺς βαπτισθῆναι συνθήκας καὶ ἰδιόχειρα ἐποιήσαντο καὶ πρὸς τὸν ἅγιον Πέτρον, τὸν ἀπόστολον ὅρκους βεβαίους καὶ ἀσφαλεῖς, ἵνα μηδέποτε εἰς ἀλλοτρίαν χώραν ἀπέλθωσιν καὶ πολεμήσωσιν, ἀλλὰ μᾶλλον εἰρηνεύειν μετὰ πάντων τῶν βουλομένων, λαβόντες καὶ παρὰ τοῦ αὐτοῦ πάπα Ῥώμης εὐχὴν τοιάνδε, ὡς εἴ τινες ἄλλοι ἐθνικοὶ κατὰ τῆς τῶν αὐτῶν Χρωβάτων χώρας ἐπέλθωσιν καὶ πόλεμον ἐπενέγκωσιν, ἵνα τῶν Χρωβάτων ὁ Θεὸς προπολεμεῖ καὶ προΐσταται, καὶ νίκας αὐτοῖς Πέτρος ὁ τοῦ Χριστοῦ μαθητὴς προξενεῖ. Μετὰ δὲ χρόνους πολλοὺς ἐν ταῖς ἡμέραις Τερπημέρη τοῦ ἄρχοντος, τοῦ πατρὸς τοῦ ἄρχοντος Κρασημέρη, ἐλθὼν ἀπὸ Φραγγίας, τῆς μεταξὺ Χρωβατίας καὶ Βενετίας, ἀνήρ τις τῶν πάνυ μὲν εὐλαβῶν, Μαρτῖνος ὀνόματι, σχῆμα δὲ κοσμικὸν περιβεβλημένος, ὃν καὶ λέγουσιν οἱ αὐτοὶ Χρωβάτοι θαύ ματα ἱκανὰ ποιῆσαι· ἀσθενὴς δὲ ὢν ὁ τοιοῦτος εὐλαβὴς ἀνὴρ καὶ τοὺς πόδας ἠκρωτηριασμένος, ὥστε ὑπὸ τεσσάρων βαστάζεσθαι καὶ περιφέρεσθαι, ὅπου δ' ἂν καὶ βούλεται, τὴν τοιαύτην τοῦ ἁγιωτάτου πάπα ἐντολὴν τοῖς αὐτοῖς Χρωβάτοις διατηρεῖν μέχρι τέλους ζωῆς αὐτῶν ἐπεθέσπισεν, ἐπευξάμενος δὲ καὶ αὐτὸς αὐτοῖς τὴν ὁμοίαν τοῦ πάπα εὐχήν. ∆ιὰ τοῦτο οὔτε αἱ σαγῆναι τῶν τοιούτων Χρωβάτων, οὔτε αἱ κονδοῦραι οὐδέποτε κατά τινος πρὸς πόλεμον ἀπέρχονται, εἰ μὴ ἄρα τις κατ'